Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

206. κρεῖον μέγα κάββαλεν] εἰς ταπεινὴν τάξιν μαγειρικὴν κατερ- χόμενος οὐδὲν ἧττον τὴν ἡρωϊκὴν διαφυλάττει σεμνότητα. ἔμφασιν [*](11. Ἀχαιούς] Immo ἰδόντας. 18. *φασὶν] φησὶν 28. *Πορφυρίου] om.)

386
δὲ ἔχει καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων. πρῶτον μὲν οὐκ εἶπε κατέθηκεν, ἀλλὰ κάββαλεν, ἔπειξιν ἐμφαίνων τοῦ διακονουμένου, ἔπειτα τροπικὸν εἰσήνεγκεν ὄνομα τὸ τεθαλυῖα.

καὶ ἐπὶ ἡλίου αὐγὴ λέγεται. ἥλιος δέ ἐστι τὸ ἄστρον· ἡμεῖς δὲ ἀφυῶς φαμὲν ἐν ἡλίῳ καθῆσθαι.

208. σιάλοιο] ἐντροφίου, ἁπαλοτρεφοῦς· ὅθεν καὶ τὸ “ἁπαλοτρε- φέος σιάλοιο” (Il. 21, 363).

209. ἐν σχήματι ἔδειξεν ὡς καὶ Αὐτομέδων ἔνδον ἦν μετὰ Πατρό- κλου, ὡς καὶ αὐτὸς φίλτατος.

τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς] τὸν τῶν πολλῶν ἐκβάλλει τῦφον ἡμῶν ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς.

214. ἁλὸς θείοιο] ἢ ὅτι τὰ ἁλίπαστα διαμένει, ἢ ὅτι τὰς φιλίας συνάγει. κρατευτάων δὲ ἢ τῶν ἁλοθηκῶν, ἢ τῶν ἐξοχῶν τῆς ἐσχάρας. ἐκβάλλει δὲ ἐκ τοῦ πυρὸς, ἵνα μὴ ἐκεῖσε πάττων ἐνοχλῇ.

215. ἑλεοῖσιν] ἐπιμήκεσι τραπέζαις μαγειρικαῖς, ἐξ ἑλείων ῥάβδων πεπλεγμέναις.

218. ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· οἶδε γὰρ ὅτι αὐτὸς τὴν πρεσβείαν πεπίστευται.

219. θῦσαι] ἀπάρξασθαι ἢ θυμιᾶσαι, ὡς τὸ “πῦρ δὲ κείαντες ἐθύσαμεν” (Od. 9, 231).

220. βάλλε θυηλάς] δεισιδαίμων ὃς καὶ ἐπὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται, καὶ ἀποπλεῦσαι θέλει ἱερὰ Διὶ ῥέξας αὔριον (357).

222. πῶς παρὰ Ἀγαμέμνονι δεδειπνηκότες νῦν πάλιν ἐσθίουσιν: ἢ οὖν τὸ Πατρόκλῳ καὶ Ἀχιλλεῖ συμβεβηκὸς συλληπτικῶς περὶ πάντων εἶπεν, ἢ συλλήβδην ἐσθίουσιν εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρʼ αὐτῷ ἑστιάσει.

223. οὐχ ἵνα εἴπῃ, ἀλλʼ εἰ καιρός ἐστιν· Ὀδυσσεὺς γὰρ προ- σκεπτόμενος τί δεῖ λέγειν, τὸν καιρὸν οὐχ ὁρᾷ. σύννους δὲ ὢν ταῦτα Ὀδυσσεὺς αὐτὸς λέγειν ἄρχεται, οὐχ ὑπὸ βασκανίας τοῦ Φοίνικος τὸν λόγον προαρπάζων, ἀλλὰ τὸ δυσχερὲς ἐφʼ ἑαυτὸν φέρων· οἶδε γὰρ δυνησόμενος ἀντιτάξασθαι Ἀχιλλεῖ. ἴσως δὲ οὐδὲ ἐπιτήδειον εἶναι τὸν Φοίνικα ἐλογίζετο ἄρχειν τοῦ λόγου, ὅπως μὴ ὡς οἰκείῳ ἀπιστήσας Ἀχιλλεὺς ἀναστείλῃ καὶ τὸν αὐτῶν λόγον. Αἴας δὲ οὐ λέγει· βραδὺς γάρ ἐστι καὶ μεμψίμοιρος.

[*](15. μαγειρικαῖς a m. sec. 26. παρʼ αὐτῷ Vill.] περὶ αὐτὸν 28. σύννους δὲ ὢν ταῦτα] *συνεὶς δὲ ταῦτα)
387

225. δαιτὸς μὲν] πρὸς τὸ διαχέαι τὸ σκυθρωπὸν αὐτοῦ, ὃν ἦν σκεψάμενος λόγον ἀφῆκε, καὶ ἀπὸ τοῦ καιροῦ ἔλαβε τὸ προοίμιον, ὡς τὸ “ὦ γέρον, οὐχ ἑκὰς οὕτος ἀνὴρ, ὃς λαὸν ἤγειρα” (Od. 2, 40).

226. * Ἀγαμέμνονος Ἀτρείδαο] διὰ τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς, οὐ προθεραπεύσας; ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ ὅτι ὁ πρότερον ὑβρίσας ἱκέτης καθέστηκεν· ἢ πάνυ ῥητο- ρικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους, καὶ τῇ τραπέζῃ δυσωπῶν, καὶ μόνον οὐχὶ τοῦτο λέγων, ὡς ὁμόσιτος αὐτῷ διʼ ἡμῶν γεγένησαι· καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης.

λεληθότως ἐσήμανεν ὡς ἐξ αὐτοῦ ἐπέμφθησαν, οὐ διαρρήδην, ὅπως μὴ τραχὺς γένηται Ἀχιλλεύς. καλῶς δὲ τὰ περὶ τὴν ἑστίασιν ὅμοια τῇ παρʼ ἐκείνῳ λέγει, ἐν ᾗ οὐδεμίαν ἑώρα φιλοτιμίαν· τὴν δὲ σωτηρίαν ἐν Ἀχιλλεῖ κεῖσθαι μόνῳ φησί· τοῦτο γὰρ λέγει, ἥκομεν αἰτοῦντες ὃ ἐξ ἄλλου λαβεῖν οὐ δυνάμεθα. ὅτι διὰ φιλίαν ἠνέσχοντο τῆς παρʼ αὐτῷ ξενίας.

228. εἰς δύο στάσεις διεῖλε τὸν λόγον, εἰς τὴν παρορμητικὴν, τραγῳδήσας τὰς συμφορὰς, καὶ εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν· καὶ εἰς τὴν ἀλλοιωτικὴν, ἧς μέρος τὸ ὑπαλλακτικόν· ἀντὶ γὰρ Ἀγαμέμνονος τὴν στρατιὰν ἔλαβεν.

230. ἐν δοιῇ] παρὰ τὸ δέω τὸ διαχωρίζω, δοή καὶ δοιή· ἐξ οὗ καὶ τὸ “δοάσσατο θυμῷ” ἀντὶ τοῦ τῶν δύο τὸ ἓν ἐξελέξατο.

τὸ πρῶτον κεφάλαιον τὸν κίνδυνον τῶν νεῶν περιέχει. τεχνικῶς δὲ ἐξαίρει, δεικνὺς ὡς ἐπὶ τηλικούτοις τὴν χάριν τίσουσιν Ἕλληνες.

231. δύσεαι ἀλκήν] ὡς νῦν ἐκδεδυμένου αὐτήν. λέγει δὲ τὴν εἰς τὸν πόλεμον ὁρμήν. τὴν δὲ πάντων σωτηρίαν εἰς αὐτὸν ἀνάγει, ἵνα πεισθῆναι ὡς φιλότιμος ἕλοιτο.

232. ἐγγὺς γὰρ νηῶν] ἔνθεν ἡ διήγησις. τῷ δὲ τόπῳ τὸν κίνδυνον ηὔξησεν, ὃ καὶ περιέμενεν Ἀχιλλεύς. διʼ ὧν δὲ οἱ ἱκέται μείζονα τὴν χρείαν ποιοῦνται, τὴν προθυμίαν αὔξουσι τῶν ἐπικούρων.

233. ἐπίκουροι] ὀνειδίζει ὅτι καὶ ἀδικοῦσιν αὐτοῖς παραμένουσιν οἱ σύμμαχοι· ὁ δὲ Ἀχιλλεὺς τῆς Ἑλλήνων συμμαχίας ἀπέστη καὶ διὰ λόγων μόνων.

[*](9. * καὶ μόνον οὐχὶ] καὶ τοῦτο μόνον 20. *στρατιὰν] στρατείαν)
388

236. Ζεὺς δέ] θεραπεύων τὸν Ἀχιλλέα φησὶν ὅτι καὶ τὸ θεῖον τοῖς ὑβρίσασιν αὐτὸν Ἕλλησι συνωργίσθη.

237, 238. Ἕκτωρ] ὀνομάζων αὐτὸν κινεῖ τὸν Ἀχιλλέα. τὸ δὲ μαίνεται καὶ λύσσα δηλοῖ εὐχερῶς κρατηθήσεσθαι τὸν ἀπροαιρέ- τως κινδυνεύοντα.

λύσσα] τὸ ἐναντίον· αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται. πολλὴ δὲ ἡ τοῦ θράσους ἔμφασις. ἐρεθισμὸς δὲ ἱκανὸς ὁ τῶν ἐχθρῶν ἔπαινος.

241. * ἄκρα κόρυμβα] διὰ τί δὲ πρῶτον ἀποκόπτει, εἶδʼ οὕτως τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν· ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.

οὐκ ἀγαπᾶν φησὶν αὐτὸν μόνον ἐμπρῆσαι τὰς ναῦς, ἀλλὰ καὶ τὰ κόρυμβα ἀποκόψαι θέλειν, ὥσπερ τρόπαια τῆς κατὰ τῶν Ἑλλήνων νίκης ἀναθεῖναι σπεύδοντα. ταῦτα δὲ πάντα κινητικά.