Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

446. ἔγνω] διὰ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.

448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης, οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.

462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν Ζεῦ πάτερ· οὐ γὰρ φιλοφρονεῖται· οὐδʼ αἰνότατε Κρονίδη, πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταὐτὰ ἔλεγεν (33), ἀλλὰ φιλοφρόνως· διὸ ἐδάμασε τὸν Δία· ἡ δὲ ἐντεταμένως· διὸ ἐπιτείνει τὴν τοῦ Διὸς ὀργήν.