Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διί.

ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.

433. τῇσιν δʼ Ὧραι] διὰ τοῦτο αὐταῖς αί Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ Διὶ μέλλουσιν ἐναντιοῦσθαι.

435. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφα- νόωντα.