Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. πῆ μέματον] καλῶς μηδὲ προσφωνήσασα αὐτὰς τοῦ πράγ- ματος ἄρχεται. οἰκεῖον δὲ τῇ ἐπιπληττούσῃ πολλαῖς ἀρχαῖς κεχρῆσθαι.

415. Ἀρίσταρχος διὰ τοῦ η, καὶ ἔστιν ἀντὶ τοῦ ὡς, ἵνʼ ᾖ σύμ- φωνον τῷ “ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται”

420. οὐκ ἔδει, φασὶ, ταῦτα πρὸς τῆς Ἴριδος λέγεσθαι, ἀλλὰ μόνον τὰ τῆς ἀπειλῆς. ταῦτα δὲ σχετλιάζων φησὶν, ἢ οὐ σχετλιάζων. ἀλλʼ ἐντέχνως τὴν ὁμόνοιαν αὐτῶν διιστὰς, διʼ ὧν τὴν μὲν ἀεὶ ἐναν- τιοῦσθαι αὑτῷ λέγει, τὴν δὲ νῦν καὶ πρῶτον, ἵνα αἰδεσθῇ μεταβάλ- λεσθαι.

423, 424. ἀθετοῦνται διὰ τὸ τραχύ· ὅσῳ δὲ δεινά ἐστι, τοσούτῳ τὴν κηδομένην ἐμφαίνει. θεραπεύεται δὲ καὶ διὰ τοῦ εἰ ἐτεόν γε τολμήσεις· οὐ γὰρ ἄντικρυς αὐτὴν ἀναιδῆ λέγει, ἀλλʼ εἰ ἐθελήσειε μάχεσθαι τῷ Διί. πιθανῶς δὲ οὐκ ἤρκεσεν αὐτῇ ἀπαγγεῖλαι μόνον τὰ παρὰ Διὸς, ἀλλὰ καὶ παρʼ αὑτῆς τι προσέθηκε. τοιαύτη δὲ ὁρᾶται καὶ ὅτε πρὸς τὸν Ποσειδῶνα πέμπεται (Il. 15, 178. 201), οὐ μόνον τὴν τοῦ ἀγγέλου, ἀλλὰ καὶ τὴν τοῦ συμβούλου ἀποπλη- ροῦσα χώραν.

424. Διὸς ἄντα] ῥητορικῶς ἀμφοτέρας ἐνέθηκε τὰς προσηγορίας, ἐκεῖ μὲν ἐντρέπουσα σῷ πατρὶ, νῦν δὲ ἐκδειματοῦσα Διὸς ἄντα φησί. καὶ ἡ μὲν καθʼ Ἕκτορος ὁρμᾷ, ἡ δὲ ἀλλοιωτικῇ στάσει χρωμένη κατὰ Διὸς αὐτήν φησι πολεμεῖν.

425. ἀπέβη] οὐ περιμένει τὴν ἀπόκρισιν, ἀλλʼ ἐν ταῖς ἀπειλαῖς αὐτὰς καταλείπει πρὸς κατάπληξιν μείζονα.

[*](9. *ὑποφαίνεται] ἀποφαίνεται 11. *αὐτὰς] αὐταῖς 16. * φασὶ] φησὶ)
366

426. Ἥρη] ἡ καὶ τῆς συμβουλῆς προκατάρξασα.

428. τὸν ἐναντιούμενον ηὔξησε καὶ τὴν αἰτίαν ἐμείωσεν, ἕνεκεν ἀνθρώπων λέγουσα μὴ δεῖν διαφέρεσθαι τῷ Διί.

ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, συμμαχίας καὶ θεομαχίας παράγων.

433. τῇσιν δʼ Ὧραι] διὰ τοῦτο αὐταῖς αί Ὧραι ὑπηρετοῦσιν, ὅτι οὐκέτι τῷ Διὶ μέλλουσιν ἐναντιοῦσθαι.

435. ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφα- νόωντα.

439. οὐκ εἶπεν ἤλαυνεν, ἀλλʼ ἐδίωκεν ἐμφαντικῶς διὰ τὸ ταχὺ, ὡς τὸ “ῥίμφα διωκομένη” (Od. 13, 162), ἤτοι ἐπειγομένη.

440. ἐννοσίγαιος] διὰ φιλαδελφίαν τοῦτο, οὐ διὰ τὴν τοῦ Διὸς ποιεῖ ἐνδοξότητα.

444. ἀμφὶς] χωρὶς, οὐκ εἰς τὴν συνήθη ἕδραν· ἀλλαχοῦ “πλησίον ἥσθην” (Il. 4, 21)· ὅθεν φησὶν “οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι” (478).

446. ἔγνω] διὰ τῆς καθέδρας ἢ τῆς σκυθρωπότητος.

448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης, οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ τῆς νῦν κερτομικῶς.

462. αἰνότατε Κρονίδη] οὐκ ἔδει λέγειν Ζεῦ πάτερ· οὐ γὰρ φιλοφρονεῖται· οὐδʼ αἰνότατε Κρονίδη, πρὸς τὸ μὴ ἐρεθίσαι αὐτόν. αὐτοῦ οὖν ἄρχεται τοῦ πράγματος. καὶ ἡ Ἀθηνᾶ δὲ ταὐτὰ ἔλεγεν (33), ἀλλὰ φιλοφρόνως· διὸ ἐδάμασε τὸν Δία· ἡ δὲ ἐντεταμένως· διὸ ἐπιτείνει τὴν τοῦ Διὸς ὀργήν.

472. ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν] κινητικὰ μὲν ταῦτα τῶν ἀκουόντων, ἀλλʼ ὁρίζων τὸ πέρας παραμυθεῖται τὴν ἀτυχίαν.

473. τὸ οὐκ ἀποπαύσεται καὶ τὸ ὄβριμμος πρὸς τὸ ἔτι λυπεῖν προστέθεινται.

477. θέσφατον] τὸ μοιρίδιον προβάλλεται, ἵνα μὴ δοκῇ τυραννεῖν.

479. γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς [*](27. * ἐντεταμένως] ἐπιτεταμένως)

367
καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοι- κοῦμεν.