Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

242. ἀλλὰ, Ζεῦ] Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίσταται. παιδευτικοὶ δὲ οἱ λόγοι.

243. αὐτοὺς δή περ] ἐλεεινὸν ἡ παρʼ ἐλπίδας ἀτυχία. πάλαι γὰρ περὶ νίκης εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας.

245. ὀλοφύρατο δακρυχέοντα] ἐν ἄλλῳ ὀλοφύρετο. καὶ ὅτι ἐδάκρυεν Ἀγαμέμνων νῦν ἐσήμανεν.

247. οἱ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν· σἱ δὲ ὅτι ἐν τῇ γιγαντομαχίᾳ αἴσιος τῷ Διὶ ἐγένετο. εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ ἤτοι τὸν τελεστικώτατον, ἢ τὸν μέγαν. ὁ νεβρὸς δὲ τοὺς κατεπτηχότας Ἕλληνας δηλοῖ, ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ Διὸς σωτηρίαν· ἄδειαν γὰρ τοῖς καταφεύγουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς, καὶ τὸ πανομφαίῳ δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμη- μένῳ.

248. νεβρὸν] νεβρὸς ὁ νεωστὶ βορὰν δεχόμενος, ἢ πρὸς αὐτὴν ἐπιτήδειος.

250. πανομφαίῳ] τινὲς τῷ ὑπὸ πάντων φωνουμέν??, παρόσον αὐτός ἐστι κατά τινα λόγον ὁ ἀήρ· ὅθεν καὶ ὁ λόγος. ὀμφὴ δὲ ἡ φωνὴ, διὰ τὸ τὸ ὂν φαίνειν. καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶδον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν.

*τοῦτο γὰρ δηλοῦσθαι παρʼ Ἀράτῳ (2) ἐν τῷ “μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί·” Ὅμηρον δὲ μήποτʼ ἐπὶ ψιλῆς φωνῆς ἀνθρωπίνου τὴν ὄτταν θεῖναι ἢ τὴν ὀμφὴν, ἀλλ᾿ ἀεὶ ἐπὶ τῆς θείας κληδόνος.

251. ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις] ἐπὶ γὰρ τοῖς Ἀγαμέμνονος γέγονε λόγοις· διὸ καὶ φανερὸν τοῖς Ἕλλησιν ἦν ὡς πάντως ἠλέηται ὑπὸ Διός.

252. μᾶλλον ἐπὶ Τρώεσσι θόρον] ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνονος παρορμήσεων· μᾶλλον δὲ νῦν ἐθάρρησαν τοῦ σημείου φανέντος αὐτοῖς.

254. Τυδείδαο] τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός ἐστιν εἰς ὑποστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφʼ Ἕκτορος. δείκνυσι δὲ

359
ὅτι οὐκ ἄλλῳ ἢ τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία ταῖς αἰφνιδίοις οὐ πιστεύει μεταβολαῖς ὡς ἀδήλοις.

257. ὁ μὲν] ὅτι Τρώες εὐθέως ἐτράπησαν· ἐν δὲ τῇ τηλικαύτῃ Ἑλλήνων τροπῇ οὐδεὶς οὐδαμοῦ πλήττεται.

261. τὸν δὲ μετʼ Ἀτρεῖδαι] τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπαγ- γέλλων οὐ πολλῶν δεῖται τῶν ὀνομάτων, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέ- φων αὐτοὺς τῶν πλείστων μέμνηται.

266. Τεῦκρος δʼ εἴνατος] διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς τὸν λαὸν διεγείρων. ἀλλʼ οὐδὲ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός.

268. ὑπεξέφερεν] ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελφίαν τῶν Τελαμωνίων ἐδήλωσε, καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος τῆς περιλαμβανούσης αὐτούς.

269. βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας· ἡδὺς δὲ ὁ λόγος, καὶ τὸ σχῆμα ὅμοιον.

274. Ὀρσίλοχον μὲν] φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαντας οὐ καταλέγει νεκροὺς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν.

279. φάλαγγας] τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλωσεν.

281. φίλη κεφαλή] εἰς εὔνοιαν αὐτὸν διὰ τῆς φιλίας ἐπάγεται, καὶ τοῦ πατρὸς ὑπομνήσας καὶ τῆς ἡγεμονίας, ὅπως μὴ ἀνάξιος τούτων ὀφθῇ. καλὴ δὲ καὶ ἡ τοῦ βάλλε παράτασις.

282. αἴ κέν τι φόως] λεληθότως αὐτὸν κατὰ τοῦ Ἕκτορος ὁπλίζει· ὅθεν κἀκεῖνος συνιείς φησι “τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα.”

283. ὅ σʼ ἔτρεφε] τὸ ἀντὶ τοῦ ὅς. πανταχόθεν δὲ αὐτὸν προτρέπει, ὡς καὶ τὸν πατέρα καὶ τοὺς Ἕλληνας πάντας εὐεργετή- σοντα.

284. ** Ἡακλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας Τελαμῶνι. ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιή- σαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύσαντος αὐτῶν [*](30. Ἡρακλῆς—γενῶν] Tertiae classis scholion, rubrica notatum in Β.)

360
Τεύκρου. ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν.

οὐκ ὀνειδίζει, ἀλλʼ ἐπαινεῖ, ὅτι διὰ τὴν τοῦ τρόπου χρηστότητα καίπερ νόθος ὢν οὕτως ἐτράφη. ἄλλως τε διδάσκει ὅτι οὐκ ἔστιν ὄνειδος τὰ ἴδια ἀκούειν. ἀλλʼ οὐδὲ ὄνειδος ἦν ἡ νοθεία παρὰ τοῖς παλαιοῖς. πολεμεῖ δὲ τοὺς ὁμοφύλους βαρβαρόθεν καὶ αὐτὸς ὢν, ὅτι τῇ φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.