Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

34. τὰ γὰρ φρονέουσα καὶ αὐτή] ἧκε γὰρ πρὸς τὸ μηδὲν βλα- βῆναι τὸ Ἑλλνικόν· ἡ γὰρ ἡσυχία οὐδὲν αὐτοὺς ἔβλαπτεν.

36. πῶς] οὐκ ἔδει γὰρ ἀλόγως τὴν παῦσιν γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀκμῇ τοῦ πολέμου.

38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος] ἵνα μικρὰν ἀνακωχὴν δῷ Τρωσίν· εἶπε γὰρ “ὡς δὲ θεός” (4). συναινεῖ δὲ καὶ Ἀθηνᾶ πρὸς τὸ κεχαρισμένον ταῖς Τρωάδων εὐχαῖς.

39. τὸ μὲν οἰόθεν ἐξ οἴου σημαίνει, ὡς τὸ οὐρανόθεν· ἰδίως δὲ ὁ ποιητὴς χρῆται αὐτῷ ἀντὶ τοῦ οἴῳ, τουτέστι μόνος μόνῳ.

40. ἄμεινον τελείαν δοῦναι εἰς τὸ δηϊτῆτι, καὶ τὸν ἑξῆς δέ ἀντὶ τοῦ γάρ λέγειν.

44. φασὶν Ἕλενον καὶ Κασάνδραν διδύμους εἶναι, λαθόντας δέ [*](3. ἐπιάλμενον] ἐπάλμενον 10. φάγω Vill.] φήγω 13. * ποιεῖν] om.)

319
ποτε νυκτός τοὺς γονεῖς καταδραθεῖν τὸν μὲν εἰς τὸν τοῦ Ἀπόλλωνος τοῦ Θυμβραίου ναὸν, τὴν δὲ εἰς τὸν τῆς Ἀρτέμιδος, ἔωθεν δὲ εὑρε- θῆναι ὑπὸ ὄφεων καθαρισθέντας τὰς ἀκοάς. διὰ τί δὲ οὐχ ὁ Ἀπό- λων ὑπέθετο Ἕκτρι προκαλέσασθαι; ὅτι ἡττηθεὶς ἔμελλεν ἀπιέναι.

47. Διὶ μῆτιν ἀτὰ άλαντε] διδάσκει ὅτι δεῖ τὸν ἄρχοντα μὴ μόνον μιᾶς πόλεως, παντὸς δὲ τοῦ κόσμου προνοεῖν δύνασθαι.

48. κασίγνητος δέ τοί εἰμι] βραχεῖ προοιμίῳ τῆς φύσεως ὑπο- μιμνήσκων προτρέπεται.

52. οὐ γάρ πω] πάντοτε θαρσύνει αὐτόν· ἐπʼ οὐδεμιᾷ γὰρ χρείᾳ ὡς Ἀλέξανδρος μέγιστον αἱρεῖται τὸν κίνδυνον. ἄλλως τε προεμ- φαίνει τὴν ἀρετὴν Αἴαντος, ὡς εἰ μὴ τὸ μοιρίδιον ἐπεῖχε, κἂν ἀπώ- λεσεν Ἕκτορα.

ἐπισπεῖν] ὥσπερ τὸ πλεῖν, οὕτω καὶ τὸ ἐπισπεῖν· πᾶν δὲ ἀπαρέμ- φατον ἐν τῇ συνθέσει φυλάσσει τὸν αὐτὸν τόνον.

53. ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν] καὶ μὴν οὕτε τοῦτο εἰρήκασιν, οὔτε παραστάντες αὐτῷ εἶπον ἃ ἐβούλοντο. ἢ τοίνυν ὑπολύει τὴν μαντικήν· καὶ γὰρ ὁ τυχῶν ἀκούσας δύναται λέγειν, ἵνα ᾖ τὸ ἤκουσα ἀντὶ τοῦ ᾐσθόμην, ὡς τὸ “μάλιστα δέ τʼ ἔκλυον αὐτοί” (Od. 6, 185)· ἢ τὸ ἑξῆς οὕτως, αὐτὸς δὲ προκάλεσσαι· ὣς γὰρ ἐγὼν ἄπ᾿ ἄκουσα, δηλονότι τὸ δεῖν προκαλέσασθαι. ἐν δὲ τῷ μεταξὺ ἔφη “οὐ γάρ πώ τοι μοῖρα θανεῖν,” τοῦτο παρʼ ἑαυτοῦ προσθεὶς διὰ τὸ θαρσῦναι.

54. ἐχάρη] ὡς ἀκινδύνως εὐδοξήσων καὶ τὴν πρώην θεραπεύσων ἀργίαν.

55. καί ῥʼ ἐς μέσσον ἰών] τὸ φιλότιμον ὑπέφηνε τῷ μὴ ἀποκρί- νασθαι. οὐ διακηρυκεύεται δὲ, ἀλλὰ πρὸς κατάπληξιν τῶν πολεμίων καὶ ἰδίαν δόξαν αὐτουργεῖ.

56. μέσσου διὰ τὸ ἄπρακτον. ἀκμαζούσης γὰρ τῆς μάχης οὐκ ἐνῆν βοᾶν. ἐπὶ δὲ τοῦ Ἀλεξάνδρου ἀρχὴ τῆς μάχης ἦν.

57. κὰδ δʼ Ἀγαμέμνων] ᾤετο γὰρ αὐτὸν μετεγνωκέναι τὴν παρά- βασιν καὶ ἐν συμβουλίᾳ δημογερόντων γεγονέναι ἐν τῇ πόλει.

59. αἰγυπιοῖσιν] σαρκοφάγον τὸ ζῷον. παιδεύει δὲ τὰ τοιαῦτα ζῷα ὁρῶντας θνητότητα ὑπονοεῖν, καὶ ἐν αὐτῷ τῷ πολέμῳ λογισμῷ χρῆσθαι τῷ θυμῷ. ὑψῶν δὲ τὰ πραττόμενα θεατὰς αὐτῶν ὑπογράφει [*](10. προεμφαίνει] προυφαίνει 15. τοῦτο] τούτῳ Bekk. 16. ὑπολύει] ὄπα λέγει Bekk.)

320
θεούς. καλῶς δὲ τὰ τοῦ Διὸς τέκνα ἐπὶ τῇ τοῦ πατρὸς κάθηνται δρυί. καὶ τὸ ὑψηλὸν δὲ πρὸς τὴν θέαν ἐπιτήδειον.

61. ἀνδράσι τερπόμενοι] φιλοσόφως οἷς ἕκαστος πρόσκειται, ὡς ἰδίοις τέρπονται κτήμασιν. γὰρ ἐμφύτως τις ἔγκειται, τούτῳ καὶ ὑπερήδεται, μηδὲν φροντίζων τοῦ ἀπολλυμένου. οὐκ ἀμφοτέροις δὲ ἀμφότεροι τέρπονται, ἀλλʼ εἴς ἑνί. ἐχρῆν δὲ μετὰ τοῦτο τοὺς λόγους ἐπαγαγεῖν Ἕκτορος, ὅπως φιλοτίμως ἐκλιπαρεῖ· ἀλλὰ τῇ τοῦ πλή- θους διαγραφῇ καὶ εἰκόνα παραφέρει.

62. ἀσπίσι καὶ κορύθεσσι] ἡ τοιαύτη προφορὰ φαντασίαν μὲν τῇ διανοίᾳ, κόσμον δὲ τῇ ἀπαγγελίᾳ ποιεῖ.

φρίσσει τις φόβῳ ἢ ψύχει ἢ ὀργῇ. ἐψύχωσεν οὖν τὰ ὅπλα. φρίσσειν λέγων αὐτὰ διὰ τῆς παραβολῆς. φρὶξ δὲ λέγεται καὶ ἡ ἐπανάστασις τῶν κυμάτων.

64. πόντον ὑπʼ αὐτῇ] διὰ τοῦ ν τὸ πόντον, μελάνει δέ τε πόντον ὑπʼ αὐτῇ, καὶ ἔστι, μέλανα ποιεῖ τὸν πόντον ὑπὸ τῇ φρικὶ ὁ Ζέφυρος. ἔστι δὲ Ὁμηρικὸν τὸ σχῆμα. εἰ δὲ γράφεται μελάνει δέ τε πόντος ὑπʼ αὐτῇ, τὸ μελάνει ἀντὶ τοῦ μελαίνεται ὑπὸ τῇ φρικὶ τοῦ Ζεφύρου. ἄμεινον δὲ τὸ πρῶτον. τὸ δὲ μελάνει ἀπὸ βαρυτόνου ἐνεστῶτος ἀπο- βολῇ τοῦ ῑ, ὡς τὸ κοιλάνει ἀντὶ τοῦ κοιλαίνει. καλῶς δὲ τὴν τῶν ὅπλων ἠρεμίαν καὶ ἀργίαν κινήσει Ζεφύρου παρέβαλεν· οὐ γὰρ ἀθρόως ἐμπίπτει ὁ ἄνεμος οὗτος τῇ θαλάσσῃ, μελαίνων δὲ αὐτὴν καὶ οἱονεὶ ἐπιστίζων κατὰ μικρὸν ἐγείρεται. καὶ ἀλλαχοῦ δέ φησιν “Ζεφύρου ὑποκινήσαντος” (Il. 4, 423).

69. Κρονίδης] εἰς θεοὺς ἀναφέρει τὴν αἰτίαν, Τρῶας ἐλευθερῶν καὶ τὸ παράδοξον προφέρων τῆς προκλήσεως.

70. ἀμφοτέροισιν] πιθανῶς ἐξ ἴσου τὸν κίνδυνον ἀμφοτέροις κατέ- στησε, παρελὼν Ἑλλήνων τὴν τῶν θεῶν ἐπικουρίαν.