Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
164. τεθναίης] καλόν σοι, φησὶ, τὸ ἀποθανεῖν, εἰ μὴ κατισχύσεις τοῦ καθυβρίσαντός σε· ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. δείκνυσι δὲ ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.
* Πορφυρίου. οὐχ ὥς τινες ἐξεδέξαντο τεθνήξῃ ἀναιρεθεὶς ὑπὸ τοῦ ἐπιβούλου, εἰ μὴ φθάσας σὺ τοῦτον ἀποκτείναις. ἔστι δὲ ἠθικὴ ἡ φράσις λεγούσης ὅτι καλόν σοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήσεις τὸν ὑβρίσαντά σε διὰ τὸ θέλειν μιγῆναί μοι οὐκ ἐθελούσῃ· ἀποθάνοις, ὦ Προῖτε, εἰ μή μʼ ἐκδικήσειας κατὰ ἀρὰν λεγούσης· συντόμως δὲ τὰ ἀρχαῖα δελήλωκε μιγῆναι οὐκ ἐθελούσῃ, ἀλλʼ οὐχ ὥσπερ Ἡσίοδος τὰ περὶ τοῦ Πηλέως καὶ τῆς Ἀκάστου γυναικὸς διὰ μικρῶν ἐπεξελθών.
165. μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις μὴ βουλομένῃ μιγῆναι, ὡς νῦν οὗτος λοιδορεῖται· ἢ μὴ βουλό- μενος βουλομένῃ, ὡς Ὀδυσσεὺς “παρʼ οὐκ ἐθέλων ἐθελούσῃ” (Od. 5, 155) τῇ Καλυψοῖ· ἢ ὡς Αἴγισθος τῇ Κλυταιμήστρᾳ ἐθέλων ἐθελούσῃ (Od. 3, 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ πώποτε μίγνυται.
166. οἷον] ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν: ἢ διασύρει διὰ τούτου τὸ τῶν ἀνδρῶν γυναικοπαθὲς Ὅμηρος.
168. σήματα μέν τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον.
172. ῥέοντα] καὶ ποῖος, φασὶ, ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι ἐπεὶ Ξάν- θος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἀπλῶς τὸ ῥέοντα τέθεικεν. ἢ τὸν ἀέναον λέγει καὶ ἀεὶ ὡσαύτως ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη.
173. τῖεν] ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν· ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, μὴ θέλων τάχιστα διὰ τὴν γυναῖκα ἀποδημεῖν.
[*](4. *ἀποτυχόντος] ἀποτευχθέντος τῇ Κλυταμνήστρᾳ· καὶ γὰρ ἐθέλων 5. * Πορφυρίου] om. ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε· τέ- 5—18. In codice Scorialensi ταρτος γὰρ τρόπος οὐκ ἔστιν. οὐδὲ haec duo scholia in unum sun. γὰρ ἄκων ἀκούσῃ σύνεστιν, et sic fere coniuncta ita ut post ἐπεξελθὼν Leidensis quoque et Harl. pergatur, τρεῖς δὲ οὗτοι τρόποι μίξεως· 5. οὐ] *οὐ γὰρ Scor. et Harl. ἢ γὰρ βούλεταί τις μὴ βουλομένης τῆς 11. Ἀκάστου scripsi pro Ἀκάτου γυναικὸς, ὡς ἡ Ἄντεια τὸν Βελλεροφόν- 18. * ἢ] om. την διέβαλεν, ἢ μὴ βουλόμενος βουλο- 20. σήματα μέν] *Πορφύριος μέν μένῃ σύνεστιν ὤσπερ Ὀδυσσεὺς “παρʼ σήματα οὐκ ἐθέλων θελούσῃ” τῇ Καλυψοῖ· ἢ 27. ἀποδημεῖν] *ἐπιδημεῖν βουλομένῃ βουλόμενος, ὤσπερ Αἴγισθος)180. θεῖον γένος] τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει, ἢ διὰ τὸ ἐκ Τυφῶνος καὶ Ἐχίδνης μυθολογεῖσθαι γεννηθῆναι αὐτήν.
181. πρόσθε λέων] εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὸ χίμαιραν μὴ καλεῖσθαι, ἀλλὰ λέοντα. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφʼ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών.
183. θεῶν τεράεσσι πιθήσας] ἀπίστου ὄντος πῶς τὸ τοιοῦτον θηρίον ἀνάλωσε, τὸ ἄπιστον ἰάσατο, θείαν ἐπαγαγὼν δύναμιν.
185. φάτο] εὖ τὸ μὴ εἰπεῖν ὅτι ἄλλοι ἔφασαν, ἀλλʼ αὐτὸς ὁ πεπειραμένος.
186. Ἀμαζόνας] αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληίζοντο· οὐ μόνον δὲ, ἀλλὰ καὶ Φρυγίην εἰσήλυθον.
187. * Ἀμαζόναι] ἔνιοι λέγουσιν ὅτι οὐκ ἤσαν γυναῖκες αἱ στρατεύ- σασαι, ἀλλʼ ἄνδρες βάρβαροι. ἐφόρουν δὲ χιτῶνας ποδήρεις καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, ἐξυρῶντο δὲ καὶ τοὺς πώγωνας, καὶ διὰ τοῦτο ἐκαλοῦντο παρὰ τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος, μάχεσθαι δʼ ἀγαθοὶ ἤσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι· οὐδὲ γὰρ νῦν οὐδαμοῦ.
188. φῶτας ἀρίστους] διδάσκει μόνους τοὺς ἀρίστους λοχᾶν· “ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶνʼ (Il. 13, 277). ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς.
189. λόχον] δῆλον ὡς καὶ αὐτὸς διὰ τὴν καλοκαγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν αὐτὸν προφανῶς φονεῦσαι.
191. ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής.
194. Λύκιοι] ὡς τῶν δεινῶν διʼ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γειτονούντων δεινὰ καθʼ ἑκάστην ἔπασχον.
199. καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν: λέγομεν; δὲ ὅτι ἡ αὐτή ἐστιν. εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν.
[*](14. *σὺ μόνον] σὐ μὴν 19. στρατείαν δὲ γυναικός] For- εἰσήλυβον] *εἰσήλυθον. ἀμέλει ἐξ tasse στρατιὰν δὲ γυναικῶν scrip- αὑτῶν Ἔφεσος καὶ Σμύρνα καλεπιται. sit, 15. Scholion manus recentioris.)200. καὶ κεῖνος] ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια, ἢ ὡς οἱ ὑπʼ αὐτοῦ ἀναιρεθέντες.
*τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ θεοῖς γενέσθαι καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει τὴν ἀναφορὰν τὸ “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο;” τόν θʼ ἑαυτοῦ πρόγονον πῶς οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει, ἀφʼ οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλεν; ῥητέον δὲ ὅτι οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, καὶ ὡς προγονικὴν ἔχων πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλϊκώτερον διηγούμενος τὰ κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως. ὥσπερ δʼ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύαγμα τοῦ Διομήδους καθαι- ρῶν “Τυδείδη μεγάθυμε, τίη—ἠδ᾿ ἀπολήγει,” οὕτω καθαιρεῖ διʼ οἰκείων παραδειγμάτων. ἢ μήποτε τῶν καθόλου ῥηθέντων περὶ ἀνθρώ- πων ἐν τοῖς πρόσθεν πίστις ἡ περὶ τόν πρόγονον μεταβολὴ ἐκ το- σαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ γεγονέναι τὴν συμφορὰν, οὐκ ἀπεκάλυψε. μήποτʼ οὖν ὥς φαμεν “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος,” ἀναφορὰν εἰς τὰ καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται. κἀκεῖνος οὖν ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ ταῖς τύχαις ἐνίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν. ἐπειδὴ τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλὲς, τὰς δὲ δυστυχίας εἰς ἀπέχθειαν θεῶν, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Βελλεροφόντου εἰκότως εἰς ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τις ἡ κατʼ αὐτὸν μεταβολὴ γέγονε δηλοῖ ἃ καταλέγει δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης μαρνάμενον Σολύμοισι κατέκτανε, Λαιδάμειαν δὲ τὴν θυγατέρα χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπεικὸς οὖν ὑπερπαθή- σαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέσθαι, καί πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτʼ εἰς τὰ γένη διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ [*](23. εἰς ἀπέχθειαν Vill.] ἐπχθεῖ, omisso εἰς)
201. ἀλήιον οἶος ἀλᾶτο] ἡ τῶν παίδων ἀπώλεια γέγονεν αὐτῷ τοῦ μονασμοῦ αἰτία, ὡς καὶ τῷ Λαέρτῃ. ἀλήϊον δὲ πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τάχα δὲ καὶ τὰ τῆς τύχης εἰς θεοὺς ἀναφέρει. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύ- αγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν τῆς τύχης περὶ τὸν πρόγονον ὁμολογῆσαι μεταβολήν. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. τὸ δὲ ἀλήϊον τινὲς ἐδάσυ- ναν παρὰ τὸ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.
*ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὀμήρου σαφηνίζειν, αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δʼ ἐν ἄλλοις. τῷ γὰρ εἰροκόμῳ παράκειται συνεζευγμένη ἡ ἐξήγησις· “γρηῒ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ” (Il. 3, 386). τίς οὖν ἡ εἰροκόμος; “ἥ οἱ” φησίν “ἤσκειν εἴρια καλά·” ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια αὐτοῦ ἐξηγησαμένου εἴη ἂν ἡ εἰροκόμος· κομεῖν δὲ τὸ ἀσκεῖν καὶ καλλωπίζειν, ὡς τὸ “χρυσὸν κέρασι περιχεύῃ ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχαροίατʼ ἰδοῦσα” (Od. 3, 437). καὶ πάλιν “ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους” (Od. 2, 65). τίνες οὖν οἱ περικτίονες; ἐπάγει “οἳ περιναιετάουσι.” “βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην” (Il. 10, 292). ἆρʼ οὖν τὸ ἀδμήτην τὴν ἄγαμον δηλοῖ; οὐχὶ, ἀλλὰ “τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.” καὶ πάλιν “ἔνθ᾿ οἵ γʼ οὐκέτι πάμπαν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης” (Il. 21, 391). τί οὖν ἔστιν ἦρχε; “καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν.” ἐπὶ δὲ τῆς [*](18. Πορφυρίου nomen prae- κόμῳ προσεῖπε scripsit Vill. 23. κομεῖν δὲ τὸ ἀσκεῖν Vill.] ἀσκεῖν 20. τῷ γὰρ εἰροκόμῳ Vill.] τῆς τε δὲ τὸ κομεῖν γὰρ εἰροκόμου 26. τ᾿] om. εἰροκόμου 26. 21. προσέειπεν εἰροκόμῳ Vill.] εἰρο- 28. τὸ et τήν addidit Vill. )
202. πάτον ἀνθρώπων ἀλεείνων] οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγ- χολήσας, ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν ἑαυτοῦ παίδων ἀπωλείᾳ ἐμόναζε. διδάσκει δὲ πόσην ἔχει ψυχαγωγίαν ἡ συντυχία, καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι διʼ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο.