Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα τῶν ἡδέων προκρίνει· τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώ- τερα ἡγεῖσθαι.
282. ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθὲς, μᾶλλον δὲ ἐμπαθὲς Ἀλλε- ξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα μὴ μᾶλλον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλʼ ὁ Ὀλύμπιος.
283. οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ πόλις οὐχ ἁλώσεται.
284. εἰ κεῖνόν γε] εἰ εἶδον, φησὶν, αὐτὸν ἀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ, καίπερ μὴ οὕτως διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος.
286. ἡ δὲ μολοῦσα] εὔκαιρος ἡ ἀποσιώπησις· οὕτε γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ βούλεται ὡς μήτηρ, οὔτε ἀπολογεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα,
291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν. περιεργασία δὲ Ἀλεξάνδρου τὸ μὴ μόνους πέπλους. ὠνήσασθαι, ἀλλὰ καὶ τὰς ἐργαζομένας πρίασθαι.
*κλέψας τὴν Ἑλένην ἀπὸ τῆς Λακεδαίμονος, οὐχ ἣν ἦλθεν ὁδὸν οὐδὲ τὸν κατʼ εὐθεῖαν πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ, [*](1. * οὐκ ἦν] om. 14. Sequitur in B scholion de εὐχερὲς] *εὔκαιρον quo dixi ad p. 281, 3.)
*ἐπιπλώς] μετοχὴ, ἀόριστος πρότερος· ὁ ἐνεστὼς ἐπιπλώω βαρυ- τόνως διὰ τοῦ ω μεγάλου, ὡς ζώω γνώω, ἐξ οὗ καὶ τὸ ἐγνώσθη. οὕτως οὖν ἐστὶ καὶ τὸ πλώω. γίνεται οὖν ἐκ τοῦ πλέω πλόω διὰ τοῦ ο μικροῦ, καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα ποιητικῶς πλώω βαρύ- τονον, ἐπειδὴ τὰ κατʼ ἐπαύξησιν τοῦ ὁ εἰς ω γινόμενα ῥήματα, εἰ μὲν καθαριεύουσι, βαρύνονται οἷον ζώω γνώω πλώω, εἰ δὲ οὐ καθα- ριεύουσι, περισπῶνται, οἷον νωμῶ στρωφῶ. λοιπὸν ἐκ τοῦ πλώω ὁ ἀόριστος ἔπλωσα, καὶ μετὰ τῆς ἐπί προθέσεως ἡ μετοχὴ ἐπιπλώσας, καὶ ἀφαιρέσει τῆς ας συλλαβῆς ἐπιπλώς.
292. καλῶς τὸ ἀνήγαγε. βορειοτέρα γὰρ τῆς Ἑλλάδος ἡ Ἴλιος.
293. Ἑκάβη φέρε] τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονο- μοῦσι παρʼ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει, ἑτέρωθι δὲ ἡ Ἑλένη τῷ Τηλεμάχῳ πάλιν δίδωσι πέπλον (Od. 15, 123), ἀλλὰ καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον (Od. 21, 59).
295. νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχὴς, ταῦτα καὶ πρό- χειρα· εἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ νείατα.
300. τὴν γὰρ Τρῶες] οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βούλεται τοὺς ἱερεῖς εἶναι, οὔτε ψήφῳ ἑνὸς, ἀλλʼ οὓς πλῆθος ψηφιζόμενον ἕλοιτο, διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις καὶ προχει- ρίζουσι τὰς αἰτίας ἀνακύπτειν.
304. εὐχομένη δʼ ἠρᾶτο] ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι δεῖ, οὐκ ἰδία ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ Ἑλλήνων παρόντος Ὀδυσσέως.
305. ἐρυσίπτολι] οἰκεῖον καὶ ἁρμόδιον ταῖς περὶ σωτηρίας εὐχο- μέναις τῆς πόλεως τὸ ἐρυσίπτολι, ὡς καὶ ἐκεῖ “Ἀθηναίῃ ληίτιδι” (Il. 10, 460).
307. Σκαιῶν προπάροιθε πυλάων] ὡς μέχοι τούτου ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι εἰς τὴν πόλιν.
311. ἀνένευε] τῇ γνώμῃ ἀνένευεν. ἀλλʼ ἐπὶ μόνῃ τῇ ἀναιρέσει, ἐπεὶ καὶ παύει Διομήδεα διὰ τῆς Αἴαντος μονομαχίας πρὸς Ἕκτορα.
διὰ τί ὠνομάσθη ἡ Ἀθηνᾶ Παλλάς: ῥητέον οὖν ὅτι Παλλάδιον
314. αὐτὸς ἔτευξε] ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἰδίᾳ οἴκησιν ἐδείματο.
315. τέκτονες κυρίως οἱ λαοξόοι. τὸ δὲ ἔτευξεν ἀντὶ τοῦ εὖ ἐπεστάτησε· καλλωπιστὴς γὰρ ἦν καὶ ἴσως πρὸς ζῆλον τῆς Μενε- λάον οἰκίας ποιεῖ, ὥστε εἰ ἦν αὐτῷ δυνατὸν, ἥρπασεν ἂν καὶ αὐτήν.
316. οἴκημα αὐτῷ ἐποίησαν ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς κοι- τωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώτερον.
319. ἑνδεκάπηχυ] ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο καὶ εἰ- κοσίπηχυ. πρὸς ὑπογραμμὸν δὲ καὶ προτροπὴν Ἀλεξάνδρου θρασὺς φαίνεται ὁ Ἕκτωρ διὰ τοῦ δόρατος· ἄμα δὲ καὶ προμηνύει τὴν ἄφιξιν. τὸ δὲ ἔχε ἀντὶ τοῦ ἐκράτει.
[*](1—18. Eadem apud Suidam s. v. 14. λόγων addidi ex Suida. Παλλάδιον et scriptores Byzantinos 33. τὸ δὲ—ἐκράτει] Haec a manu ab editooribus indicatos. recentiore.)320. πόρκης] πόρκης καλεῖται ὁ τῆς ἐπιδορατίδος δακτύλιος.
*παρὰ τὸ πέρω πέπορα, πόρκης.
321. τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ, καὶ μόνον οὐχὶ διʼ αὐτὴν τὰ ὅπλα μεταχειριζόμενον.
*τὸ επω σημαίνει τέσσαρα, τὸ λέγω, ὡς τὸ “ἄνδρα μοι ἔννεπε Μοῦσα” (Od. 1, 1), καὶ τὸ ἀκολουθῶ, ὡς τὸ “ἢ οὐχ ἑπέ- σθην Λακεδαίμονος ἐξ ἐρατεινῆς” (Il. 3, 239), τὸ εὐτρεπίζω, ὡς ἐνταῦθα, καὶ τὸ διοικῶ, ὡς τὸ “ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν” (Il. 1, 165).