Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

70. βάρβαρον ἔθος τὸ τῶν πολλῶν γυναικῶν· Λαέρτης γοῦν “χόλον ἀλέεινε γυναικός” (Od. 1, 433). τάχα γὰρ ἥγνευεν αὐτή. νόμον δὲ τοιοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής. σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. δείκνυσι δὲ διὰ Θεανοῦς [*](10. λιμῷ] *λοιμῷ 18. πῶλον ἑλεῖν in spatio vacuo 10. τοὺς—δαἱμονας] *τοὺς Τεύ- supplevit manus antiqua in Townl.: κρων δαίμονας in B est ἔκοιτιν ἄγειν 12. Χιμαιρέα] Ἱμερτώ 21. *Ἑλλάνικος] ἑλληνικὸν 14. *Δελφοὺς] θεοὺς 28. *ἔθος] ἦθος)

234
ὡς ὁ ἀγαθὸς περιγίνεται τρόπος τῶν τοῦ λογισμοῦ παθῶν. ἕκαστον δὲ σαφηνίζει, τοὺς βάλλοντας καὶ πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων.

73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευρῶδες εἶναι. ἢ πλατὺ καὶ παχὺ νεῦρον τὸ ἀπὸ κεφαλῆς καθῆκον ἐπὶ τὸν αὐχένα.

74. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας] ὑπὸ τὴν γλῶσσαν διιὼν ὁ χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. ὀξέως δὲ διὰ ἀναίμων ὀστέων διιόντος τοῦ σιδήρου ψυχρὸν αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ “πᾶν δʼ ὑπεθερμάνθη ξίφος” (Il. 16, 333).

75. εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ, καθὸ λήγει ὁ ἐγκέ- φαλος καὶ ὁ μυελὸς ἄρχεται ὁ νωτιαῖος. ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλία δύναται τοῦτο τὸ μέρος.

*ψυχρὸν] ἢ διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ· τὸν γοῦν ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν.

78. θεὸς δʼ ὣς τίετο δήμῳ] διδάσκει πῶς χρὴ πρὸς τοὺς ἱερεῖς διακεῖσθαι.

80, 81. τὸ ἑξῆς οὕτως, μεταδρομάδην ἀίξας ἤτοι ἐπιδιώξας τὸν φεύγοντα.

81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέ- κοψεν.

82. οἶκτον ἔχει ἡ χεὶρ δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπʼ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.

83. ἔλλαβε πορφύρεος θάνατος] ὁ μέλας, ὡς τὸ “πορφύρεον δέ ἑ κῦμα κάλυψεν” (Il. 23, 693).

84. οἱ μέν] ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργησάντων.

85. ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς πρόσωπον, οἷον “φαίης κεν ζάκοτόν τέ τινʼ ἔμμεναι” (Il. 3, 220)· ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.

87. θῦνε] ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπέτεινε δὲ αὐτὸν τῷ χειμάρρῳ, προεικονίσας ἡμῖν τί ἐστι χείμαρρος· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῷ πλήθοντι, καλῶς δὲ κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ τὴν βίαν ηὔξησεν.

[*](8. *ἀναίμων ὀστέων] ἀνέμων ἀστείων 32. *μόνον] μὴν)
235

88. *χειμάρρῳ] χτίμαρρος ὁ μὴ ἀέναον τὸ ὕδωρ ἔχων, ἀλλὰ χειμῶνος πληρούμενος ὑπὸ τῶν συνεχῶν ὄμβρων.

89. τὸν δ᾿] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ “πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε” (92).

90. * ἀλωάων] χωρίων ἀμπελοφύτων ἢ δενδροφύτων.

92. αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομούμενα παρασύρεσθαί φησιν.

98. καὶ βάλʼ ἐπαΐσσοντα] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ἡ δὲ ὁρμὴ ἡ Διομήδους, καὶ τῷ βέλει συνήργησεν.

99. θώρηκος] τοῦτον ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευκτον οἶδε καλεῖν (Il. 8, 195), ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος. γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος.

101. ἄϋσε Λυκάονος ἀγλαὸς υἱός] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ, καὶ ἔλεγχον βασιλείας ἔχει καὶ παρασπονδισμόν.

103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγῶ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ.