Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

884. δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλα- ζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι.

886. πήματ᾿ ἔπασχον] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς ἀμενηνός;” εἰ δὲ καὶ τεθνηκὼς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἢ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃ- σιν” (ΙΙ. 16, 243)· καὶ ὁ λόγος οὕτως, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.

887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναίρεσις.

890. ἔχθιστος δέ μοί ἐσσι] ἀπαλλάσσει ἡμᾶς ὁ ποιητὴς τῶν τοιούτων, καὶ πατρὶ ὄντι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διὶ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει, ἐπεὶ καὶ αὐτὸς γελῶ ὅδ᾿ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας (ΙΙ. 21, 391), ἀλλ᾿ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων.