Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
33. ὡς δʼ ὅτε τίς τε δράκοντα] ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειρ- γάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.
34. γυῖα] πάντα τὰ μέλη, ὡς τὸ “ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων” (Il. 24, 514).
35. ἂψ] συνωνύμως τῷ παλίνορσος.
ὦχρος] ὥσπερ τὸ μῶμος, ἄχροος ἄοχρος ὦχρος.
Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. τὸ δὲ παρειά ὡς τὸ ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέ- τερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, ἡ πλευρά—τὰ πλευρά. οὕτως οὖν καὶ τὸ παρειά παρῆκται.
36. Τρώων ἀγερώχων] λίαν γέρας ἐχόντων· ἄμεινον δὲ ἐνταῦθα τὸ μεγαλοφρόνων.
37. Ἀτρέος υἱόν] διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενελάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι.
39. * ἐκ ποίας αἰτίας τὸν Ἀλέξανδρον ὀνειδίζων τοιαῦτα προφέρει “Δύσπαρι, εἶδος ἄριστε, γυναιμανὲς, ἠπεροπευτὰ, αἴθʼ ὄφελες” καὶ τὰ λοιπὰ τῆς λοιδορίας; λοιδόρου γὰρ πάθος τὸ μετὰ ἐννέα [*](1. ὤν] *οὖσα 22. *τῷ] τὸ)
Δύσπαρι] ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε τῷ ὀνόματι δυσχεραίνων, ὡς καὶ Κακοΐλιόν πού φησιν ἡ Πηνελόπη (Od. 19, 260 et 597. 23, 19). ἐπὶ δὲ τῷ εἴδει, ἐφʼ ᾧ καὶ μεγαλύνεται, διασύρει αὐτόν. ὄνειδος δέ ἐστιν εἶδος οὐχ ὁμοιούμενον ψυχῆ, ὡς τὲ “Ἕκτορ εἶδος ἄριστε” (Il. 17, 142) καὶ “σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.” γυναιμανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, ἢ ὁ ἐπʼ αὐταῖς μαινόμενος.
40. ἄγονός τʼ ἔμεναι] ἐνταῦθα ὁ τέ ἀντὶ διαζευκτικοῦ τοῦ η, ὡς καὶ ὁ καί, οἷον “πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν” (Il. 15, 634). τῷ δὲ θυμῷ ἡττώμενος ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει.
41. καί κε τὸ βουλοίμην] βουλοίμην ἂν τοῦτο ὡς καλῶς γε- νησόμενον. ἀλλὰ καὶ πολὺ, φησὶ, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλον- ότι.
42. ἔμεναι καὶ ὑπόψιον ἄλλων] δεῖ στίζειν εἰς τὸ ἔμεναι, καὶ τὸ λοιπὸν συνάπτειν ἕως τοῦ ἄλλων, ἵνʼ ᾖ, βουλοίμην ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι, καὶ τοὺς ἄλλους ὑφορώμενον, μή πως ἃ δράσεις πείσῃ· βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. Ἀριστοφάνης δὲ ἐπόψιον γράφει καὶ οὐ στίζει, ἵνʼ ᾖ οὕτω, λώβην εἶναι καὶ κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην ἐπὶ τῆς πάντων ὄψεως.
[*](1. ὥσπερ Μενέλοον Schraderus] 25. βουλοίμην] ἐβουλοίμην (*ἐβου- ὥσπερ ὁ μενέλαος λόμην))43. τὸ ἑξῆς οὕτως· ᾖ που καγχαλόωσιν, οὕνεκα καλὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ φάντες διὰ μέσου, ἵνʼ ᾖ, καίτοι σε ἀριστέα ὑπονοήσαντες εἶναι διὰ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς τάξεως. ἐκ προοιμίου δὲ τὸ φιλότιμον Ἕκτορος δείκνυται καὶ τῆς παρὰ πολλοῖς πεφροντικὸς δόξης· “αἰδέομαι γάρ” φησι “Τρῶας (Il. 6, 442)· “πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων (ib. 479)· “ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7, 90).
φάντες ἀριστῆα] πότε ὑπέλαβον Ἕλληνες Ἀλέξανδρον ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα Ἀργείων προκαλίζετο πάντας ἀρίστους.
45. εἶδος ἔπʼ] μετὰ τὸ εἶδος ἔπʼ ἐὰν στίζῃς. τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ φάντες, ὅτι καλὸς μέν ἐστι, γύννις δέ.
46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλὸς, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος, γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, σῷ τε πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα εἶτα ἀπὸ ἄλλης ἀρχῆς, οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἢ ἀντὶ τοῦ εἰ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείνειας τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
47. ἐρίηρας] παρὰ τὸ ἔρι μόριον καὶ τὸ ἄρω τὸ ἁρμόζω.
49. νυὸν ἀνδρῶν αἰχμητάων] πάντες γὰρ οἱ ἄριστοι τὴν Ἑλένην ἐμνηστεύσαντο, μόνου δὲ Μενελάου θαλερὴ γέγονε παράκοιτις.
50. πατρί τε σῷ μέγα πῆμα] ἀκόρεστον καὶ ἄκτακτον ὁ θυμός· πολλὰς γοῦν ὁ ποιητὴς ἐπὶ τῶν ὀργιζομένων εἴωθε ποιεῖσθαι ἀρχὰς, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1, 225) καὶ τὰ ἑξῆς. ἄτοπον γὰρ πῆμα τὴν Ἑλένην καλεῖν Ἕκτορα, περὶ οὗ φησὶν “ἀλλʼ οὔπω σευ ἄκουσα κακὸν ἔπος” (Il. 24, 767).
53. οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν] οἷος ὢν, φησὶ, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χλίλωνος, ὡς ὑποφαίνεται, δόγμα τὸ γνῶθι σαυτόν, ἀλλʼ Ὀμήρου.
54. κίθαρις] ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν Ἀφροδίτης, ἀλλʼ οὐ Μου- σῶν ᾀδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ [*](6. * πατρὸς—πότε δὲ ὑπέλαβον] τὸν δʼ ἔκτανε φαίδιμος ἕκτωρ. πότε δὲ καὶ πάτροκλος ὃς σέο πολλὸν ἀμείνων· ὑπέλαβον)
56. εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φιλάδελφος δὲ, ὃς κατὰ πρόσ- ωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν.
57. εἰς τὸ ἕνεκα στικτέον, καὶ τὸ ἑξῆς ἰδίᾳ προενεκτέον· ἐν ἤθει.
59. Ἕκτορ] οὔτε κασίγνητόν φησιν οὕτε φίλον· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. τὸ δὲ ἐξῆς οὕτως· ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρα· διὰ μέσου δὲ ἡ παραβολή. τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, οὐ μὴν ἀληθῆ.