Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

216. ἀναίξειεν] τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως πρὸς κατά- πληξιν.

217. στάσκεν] ὅτι οὐκ ἀσχημονεῖν ἔν τινι δημηγοροῦντα δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν ἐρούντων μεμελετημένην εἶναι· οἶδε γὰρ καὶ αὕτη πολλάκις ὑπόνοιαν εἴς τι κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶ- σιν, οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.

219. ἀΐδρεϊ] ἀπὸ τοῦ ἄϊδρις· ἀλλὰ διὰ τὴν εὐφωνίαν τὸ δεύτερον ῑ μετατέθειται.

220. ζάκοτον διὰ τὸ ὑπόδραξ ὁρᾶν, ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου.

221. μεγάλην] διὰ τὸν θόρυβον τῶν Τρώων, ἢ διὰ τὴν κατάπληξιν τῶν ἀδικιῶν.

222. νιφάδεσσιν ἐοικότα χειμερίῃσιν] ἡ εἰκὼν ἀφορᾷ πρὸς τὸ τάχος τῆς ῥητορείας. διὰ μὲν γὰρ τοῦ πλήθους δηλοῖ τὸ πυκνὸν τοῦ λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφὲς, διὰ τῆς νιφάδος τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαὶ, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι τοὺς καρπούς.

224. οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ λόγῳ ἐξεπλάγημεν.

225. τὸ τρίτον αὖτʼ Αἴαντα] μετὰ τὴν τῆς φρονήσεως τάξιν τὴν τῆς ἀνδρείας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, Αἴας δὲ ἀνδρειότερος.

229. πελώριος, ἕρκος Ἀχαιῶν] πελώριος οὗτος διὰ τὸν ἕτερον [*](1. *ἐκφερομένων] ἐμφερομένων 13. *αὕτη] αὐτὴ 2. *τοῦ] τοῦ ἔπεα)

175
Αἴαντα, τὸν Ὀϊλέως. ὅρα δὲ πῶς ἐπὶ μὲν Ἀχιλλέως μέγα ἕρκος φησὶν, ἐνταῦθα δὲ μόνον ἕρκος ἀπλῶς.

230. θεὸς ὥς] τῷ κάλλει. τὸ δὲ Κρήτεσσι προσέθηκεν, ὅπως φανῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ.

235. οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην] ἀντὶ τοῦ γινώσκω καὶ μυθοῦμαι.

τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετάσασα τὴν θέαν, οὐδαμῆ δὲ ἰδοῦσα. πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελ- φῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητὴς, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις.

*ἀπίθανον εἶναι δοκεῖ ἐννέα ἐτῶν διελθόντων τοῖς Ἕλλησιν ἐν Ἰλίῳ μηδένα τῶν βαρβάρων ἀπαγγεῖλαι τῇ Ἑλένῃ περὶ τῶν ἀδελ- φῶν, εἴτε καὶ αὐτοὶ ἀφίκοντο εἰς τὸν πόλεμον, εἴτε ὅλως οὐκ ἦλθον εἰς τὴν Τροίαν, ἢ ἐλθόντες οὐκ ἐξῆλθον εἰς τὴν μάχην· οὐ γὰρ ἐνῆν τοιούτους ὄντας μὴ οὐχ ὑπὸ πάντων γινώσκεσθαι, παρόντας εἰς τὴν Τροίαν. λέγει δὲ Ἡρακλείδης ὅτι ἄλογον ἦν ὄντως τοῦτο, εἰ δια- τελεσάντων ἐν τῇ Τροίᾳ πάντων Ἑλλήνων ἐννέα ἔτη μηδὲν περὶ τῶν ἀδελφῶν ἔσχεν Ἑλένη λέγειν· εἰ δὲ οὐ πάντες ἦσαν οἱ στρατεύ- σαντες ἐν Τροίᾳ, ἀλλʼ οἱ μὲν περὶ Λέσβον καὶ τὰς ἄλλας νήσους ἃς οἱ Κᾶρες εἶχον ἐπόρθουν, πόλεις δὲ καὶ τῶν ἐν τῇ ἠπείρῳ, οὐδὲν ᾔδει εἰ ἐστράτευσαν ἢ οὔ. πιθανώτερον δὲ προσθεῖναι ὅτι ἠφανισμένων τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους καὶ δοκούντων τεθνάναι, διὰ τὸ μὴ εἰδέναι τοὺς ἀνθρώπους τὸ συμβεβηκὸς, μήτε εἰ ἐτεθνήκεισαν μήτε εἰ ἔτι εἰσὶν, οὐκ ἀνηγγέλλετο τῇ Ἑλένῃ περὶ αὐτῶν. οὐδὲ γὰρ τὰ δυσχερῆ οἱ βάρβαροι τοῖς δυνάσταις πάντα εἰσὶν εἰθισμένοι ἀπαγγέλλειν. καὶ τούτου πολλὰ παραδείγματα λέγειν ἔστιν· ἔτι γὰρ καὶ νῦν χρῶνται τῷ ἔθει. οὐδὲν οὖν ἐκώλυεν ἀμφιδοξεῖν περὶ αὐτῶν τὴν Ἑλένην.

*δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν] διὰ τί τὴν Ἑλένην πεποίηκεν ἀγνοοῦσαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆσαν δεκαετοῦς [*](22. πόλεις Schraderus] πολλὰς 26. ἀνηγγέλλετο] ἀπηγγέλλετο ᾔδει εἰ Vill.] ἦιδεινὸν Bekkerus. 25. μήτε εἰ ἐτεθνήκεισαν Bekkerus] 27. οἱ βάρβαροι Bekkerus] καὶ μὴ ὅτι ἐτεθνήκεσαν βάρβαροι)

176
τοῦ πολέμου ὄντος καὶ αἰχμαλώτων πολλῶν γινομένων; ἄλογον γὰρ ὅτι δὲ καὶ εἰ ἠγνόει, ἀλλʼ οὐκ ἦν ἀναγκαῖον μνησθῆναι τούτων οὐκ ἐρωτηθεῖσαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν, οὐδὲ γὰρ πρὸς τὴν ποί- ησιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φησὶ μὲν οὖν Ἀριστοτέλης· ἴσως ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο τοῖς αἰχμαλώτοις· ἢ ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγμονοίη, οὐδὲ τοὺς ἀδελφοὺς ἤδει ὅπου εἰσί. φαίνεται δὲ πάντα καὶ λέγουσα καὶ οἰκονο- μοῦσα, ὅπως ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι πεισθῶσι Τρῶες ὅτι ἀκούσιος καὶ παρὰ γνώμην αὐτῆς ἡ εἰς τὴν Ἴλιον γέγονεν ἄφιξις. οὕτω γὰρ τοῦ Πριάμου εἰπόντος “οὔτι μοι αἰτίη ἐσσὶ, θεοί νύ μοι αἴτιοί εἰσιν” (Il. 3, 164), αὐτὴ δʼ αἰδοῖον εἰποῦσα καὶ ἐπίφοβον διὰ τὸ σέβας (Il. 3, 172) καταρᾶται, οὐδὲν μὲν ἐπισημαίνουσα εἴτε ἑκοῦσα εἴτε ἄκουσα ἀφίκετο, ἀλλὰ μόνον “γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην” (Il. 3, 174). καὶ ὅτι ἄχθεται τῇ μονῇ καὶ κλαίουσα διατελεῖ. καὶ ὅτι δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος (ὁ Ἀγαμέμνων), εἴ ποτʼ ἔην γε, ἀντὶ τοῦ ὁπότʼ ἦν (Il. 3, 180), ὡς ἂν ποθούσης αὐτῆς τοῦ ἀνδρὸς τὴν συγγένειαν. οὕτω γὰρ ἂν ἅμα δόξειν ἔμελλε κἀκείνῳ καὶ τοῖς πρεσβύταις βελτίων εἶναι, καὶ τοῦ ἀφικέσθαι οὐκ αἰτία, εἴ γε ἐπεθύμει ἀπελθεῖν, ὥστε καὶ περὶ τῆς ἐξ ἀρχῆς ὁδοῦ ὑπολήψεσθαι αὐτοὺς ᾤετο ὅτι μὴ ἑκουσία ἢ συγγνώσεσθαι, ὡς ὅταν τις μεταμε- λόμενος φαίνηται καὶ ὁμολογῇ, οὐκ ἐξοργίζονται, ἀλλʼ ἐλεοῦσι. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ τῶν ἀδελφῶν ἐμνήσθη εἰποῦσα, ἤτοι οὐχ ἥκουσιν αἴσχεα δειδιότες καὶ ὀνείδεα (Il. 3, 242), ἢ κεκρυμμένοι εἰσὶ, διʼ αὐτὴν ὁμοίως αἴσχεα δειδιότες. καὶ ἡ μνήμη οὖν ἀναγκαία εἰς σύστασιν τοῦ προσώπου, ἵνα φαίνηται ὁμολογοῦσα τὰ γεγενη- μένα μὴ καλῶς ἔχειν, κἂν ἀπόδοσις γένηται ἡττηθέντος Ἀλεξάνδρου, μαρτυροῦντας ἔχῃ τοὺς γέροντας τῷ ἤθει αὐτῆς πρὸς τοὺς ὑπολαμ- βάνοντας, ὡς αἰσχρὰ ὁμολογεῖ καὶ δεινὰ καὶ βίαια πεπονθέναι καὶ τὸν θάνατον ᾐρεῖτο ἀντὶ τῆς σωτηρίας. οὕτω γὰρ καὶ εἰσελθόντος Έκτορος εἰς τὴν Ἴλιον διὰ τὴν τῶν Τρώων ἧτταν, αὐτὴ πάλιν κύνα τε ἑαυτὴν καλεῖ καὶ “δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου” (Il. 6, 344). καὶ ταῦτα λέγει ἅτε πρὸς τὸν Πρίαμον ἀνακαλουμένη τὸν θάνατον. ἐπὶ μὲν γὰρ τοῦ Πριάμου “ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε δεῦρο υἱέϊ τῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα” (Il. 3, 173. 174) καὶ τὰ ἑξῆς. ἐπὶ δὲ τοῦ Ἕκτορος μηδὲ γεννηθῆναι καταρᾶται [*](20. ὡς addidit Schraderus.)
177
“ἑαυτῇ ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα” (Il. 6, 345). καὶ θρηνοῦσα τὸν Ἕκτορα ἀχθῆναί φησιν εἰς τὴν Τροίαν ὑπὸ Ἀλεξάνδρου “ὡς πρὶν ὤφελλον ὀλέσθαι” (Il. 24, 764), καὶ ἑαυτὴν οὖν κλαίει “τῷ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ” (Il. 24, 773), καὶ τὰ τούτοις ἑξῆς. καὶ ὅτι τοιοῦτον εἶχε βίον καὶ τοιαύτας ἐν Τροίᾳ διατριβὰς διεδόθη καὶ τοῖς Ἕλλησι. διὰ τοῦτο μαχόμενοι ὑπὲρ αὐτῆς παρεκάλουν εἰς τὸν πόλεμον λέγοντες ὡς χρὴ “τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε” (Il. 2, 356. 590).

238. αὐτοκασιγνήτω] τοῦτο καὶ τοῖς πρώτοις δύναται συνά- πτεσθαι. δηλοῖ δὲ τοὺς ὁμομητρίους ἀδελφούς. ἀλλὰ καὶ τοὺς ὁμο- πατρίους οὕτως καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.

239. 240. ἢ—ἢ] ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς· ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχό- μενος.

240. οὐκ ἔστιν Ἀττικὸν τὸ δεύρω (οὐδέποτε γὰρ μακρᾶς προκει- μένης τοιαύτην ἔκτασιν ποιοῦνται), ἀλλʼ Ἰωνικόν. τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδια- φόρως συντέτακται.

242. δειδιότες] στυγοῦντες. εἰς δὲ τὸ ὀνείδεα στικτέον, ἐπειδὴ τὸ πόλλʼ συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι. τὸ δὲ πόλλʼ ἅ μοί ἐστιν ἀντὶ τοῦ ἃ ἐμοῦ χάριν ἐστίν. ἑαυτῆς δὲ κατη- γοροῦσα εἰς ἔλεον ἐπισπᾶται.

245. ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς (269) φησὶν “ὅρκια πιστὰ θεῶν σύναγον.”

246. οἶνον ἐΰφρονα] ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ “αὐτὸς ὀνήσεαι” (Il. 6, 260). ἢ παρὰ τὴν οἴησιν.

250. μετὰ τὴν προσαγόρευσιν ἡ στιγμή. τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν.

254. μακρῆς] τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα. τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα σιωπῶσιν.

258. Ἄργος] Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ [*](4. *ὤφελλον] ὄφελον mutatum. 17. δεύρω] Sic B, non δεῦρο. In 19. *ἔδει] οἴδαμεν textu est δεύρω, a m. sec. in δεῦρο)

178
τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ νῦν Ἄργὸς τὴν Θεσσαλίαν λέγειν, Ἀχαιίδα δὲ πᾶσαν Ἑλληνίδα.