Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

872. ὃς καὶ χρυσὸν ἔχων] προανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλ᾿ οὐ κωμῳδοῦνται, ἐπεὶ μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου.

876. Σαρπηδών] εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵνʼ ἐν ἄλλῳ τόπῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ.

877. Ξάνθου ἄπο δινήεντος] πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον τῷ προσηγορικῷ, κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται. στικ- τέον δὲ ἐπὶ τὸ δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται.