Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
79. μέδοντες] πρόβουλοι, παρὰ τὸ μήδεα. τὸ δὲ ῥῆμα καὶ ὡς περισπώμενον· “Ἴδηθεν μεδέων” (Il. 3, 276).
81. νοσφιζοίμεθα] ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, ἐξαιρέτως ἂν ἐχωρίσθημεν.
82. *ἀπρεπὲς εἶναι δοκεῖ τὸ οὕτω κολακεύειν ὡς τὰ μὲν τῶν ἄλλων ὀνείρατα ψευδῆ λέγειν, μόνον δὲ τὸ τοῦ Ἀγαμέμνονος ἀληθές. λύεται [*](5. οὐδ᾿] οὔθ᾿ 27. Ἠμαθόεις scripsi pro ἠμαθόης. 18. * Πορφυρίου] καὶ ἄλλως V. Thes. vol. 4 p. 144.)
84. βουλῆς ἐξῆρχε νέεσθαι] ἐκ τοῦ βουλευτηρίου, ὥστε νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος αὐτῷ δίδωσιν.
85. οἱ δὲ πανέστησαν] ἀντὶ τοῦ πάντες ἀνέστησαν. ποιμένι λαῶν] δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει δὲ τὸν Ἀγαμέμνονα.
86. σκηπτοῦχοι βασιλῆες] καὶ γὰρ καὶ οἱ γέροντες καὶ οἱ ἱερεῖς ἐσκηπτροφόρουν.
ἐπεσσεύοντο δὲ λαοί] ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει καὶ αὐτοὶ ἠκολούθουν ἅμα.
87. ἔθνεα] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας. σμήνεα ἔδει εἰπεῖν. πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε κέντροις εἰσὶν, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπʼ ἔργῳ ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτή- σεως ποιοῦνται. τὸ δὲ εἶσι καὶ ἑνικὸν δύναται εἶναι, ὡς τὸ “δοῦρα σέσηπε” (135), καὶ πληθυντικὸν τρίτον, ὡς “σπάρτα λέλυνται.” ἀδινάων δὲ παρὰ τὸ ἅδην· διὸ δασύνεται.
88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προίασι πολλαὶ ὡς δοκεῖν αὐτὰς νεωστὶ ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχύ τι πιᾶσαι ἐφιζάνουσι τοῖς ἄνθεσι καὶ πάλιν ἐφʼ ἕτερα μετίασιν ἄνθη.
*τὸ νέον ἐρχομενάων ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἐρχομένων ἀεὶ, ὡς τὸ “κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει” (Od. 3, 318). τί οὖν. ἐστι τὸ νεωστὶ ἐξηγούμενοί φασιν ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποιοῦνται, ἀλλʼ εἰς βραχὺ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμένων· ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος ἀεί· νέον δὲ τὸ ἔαρ ἐκάλουν, καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους [*](2. πλάσαι] πλ 4. * νεῖσθαι] γενέσθαι 3. ἐξαπατῴη] ἐξαπατοίη 17. αὐταί] αὗται )
89. βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.
εἰαρινοῖσιν] τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος.
92. ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο] οὐ λέγεται ὁ τῶν κυμάτων κτύπος, ἀλλʼ αὐτὸς ὁ αἰγιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ “φρείατα μακρὰ νάουσιν” (Il. 21, 197) ἀντὶ τοῦ βαθέα· ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς βαθεῖα δοκεῖ, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή. τὸ δὲ προπάροιθεν καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται. καὶ ἐστιχόωντο δὲ ἐκ τοῦ στείχω στιχῶ, ὡς πείθω πιθῶ, καὶ φείδω φιδῶ.
93. ἰλαδόν] ὁμοίως τῷ βοτρυδόν, ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ μετὰ συστροφῆς καὶ εὐκινησίας.
94. Διὸς ἄγγελος] πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται, ὅτι τὰ αὐ- τομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγελος δὲ ἡ θεία κληδὼν, ἣ περὶ ἀπόπλου λέγειν ἔμελλεν. δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω.
95. τετρήχει] ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω. ἀγορὴ δὲ τὸ πλῆθος.
96. ὅμαδος] ὁμόαυδός τις ὢν, ἢ ὄπαδος, παρὰ τὴν ὄπα. πιθανῶς [*](17. * ἀλλήλας] om.)
99. σπουδῇ] μόγις. δηλοὶ δὲ ἡ λέξις καὶ τὸ ταχέως “σπουδῇ νῦν ἀνάβαινε” (Od. 15, 209).
100. ἀνὰ] τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατ᾿ ἔθος.
101. κάμε τεύχων] καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος.
102. Ἥφαιστος μέν] ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον. ὃ ὁ μὲν Ἥφαιστος τῷ Διὶ κατεσκεύασεν ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι κατὰ διακονίαν Πέλοπι· ὁ δὲ Πέλοψ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν υἱῶν· Ἀτρεὺς δʼ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆ- ται τῷ ἀδελφῷ. ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν ἐνεχεί- ρισεν, ἀλλʼ ὡς ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι.
103. αὐτὰρ ἄρα Ζεύς] καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων.
ἀργειφόντῃ] ἀργῷ φόνου· “μηδέ τί τοι θάνατος καταθύμιος ἔστω· τοῖον γάρ τοι πομπόν” (Il. 24, 152). καὶ δώτορα δὲ ἑάων αὐτόν φησιν. ἢ ἀργοφόντης ἢ ἀργεοφόντης καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν. τὸν δὲ Ἰοῦς ἔρωτα οὐκ οἶδεν ὁ ποιητὴς, πέπλασται δὲ τοῖς νεωτέροις τὰ περὶ Ἄργον. ἐκ δὲ τοῦ Πέλοπι πληξίππῳ ὁ ἱππι- κὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέστου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός.
104. Πέλοπι πληξίππῳ] πλήξιππόν φασιν εἰρῆσθαι τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου.