Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

503. Κορώνειαν—Ἁλίαρτον] Κόρωνος καὶ Ἁλίαρτος Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφʼ ὧν ὠνομάσθησαν αἱ πόλεις.

504. Πλάταιαν] ἀντὶ τοῦ Πλαταιὰς, ἀπὸ Πλάτης τῆς Ὀνγχή- στου θυγατρός.

Γλίσαντʼ] ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ ἱστορία προπαρο- ξύνει.

505. ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον] πολίχνιον ἀνώνυ- μον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους νεωστὶ ὑπʼ Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτίμενον.

506. Ὄγχηστον] οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν.

507. Ἄρνην] ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη, ἡ ὑπὸ τὸν Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος.

508. Νῖσαν] Νῖσα Βοιωτίας, οὐ Μεγαρίδος. ἔστι δὲ ἐν Διο- νύσου ἐπιφανὲς ἱερόν. Ἀνθηδὼν δὲ παρὰ τὰ ἄνθη, ἢ Ἄνθιον τὸν Ποσειδῶνος· ἔστι δὲ παρὰ τὸν Εὔριπον.

509. πεντήκοντα νέες] ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ Βοιωτὸς ὑπῆρχεν.

511. Ὀρχομενὸν Μινύειον] ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ Αἰόλου· ὁ δʼ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος.

Ὄλμος Πορφυρίων Ἀθάμας οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα πόλιν ᾤκησαν, ἣν ὠνόμασαν Ὄλμον. Ὄλμου δὲ υἱὸς Μινυὸς, ὃς ἀφʼ ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλεσεν. τούτῳ παῖς ἦν Ὀρχομενὸς, ὃς τὴν πόλιν ἀφʼ ἑαυτοῦ ὠνόμασεν.

[*](1. κατεπόθη] κατεπάγη. Correxit περισπᾷ. Conf. Herodian. in schol. Meinek. ad Euphor. p. 139 ex codicis Veneti A ad 12, 20. scholiis minoribus, in quibus κατα- 24. *Εὔριπον] εὐριπίδην ποθῆναι σὺν τοῖς ἵπποις dicitur. 25. Φοινίκων] * φοινίκης 13. προπαροξύνει ex Eustathio] 29. *τὸν] τήν)
139

517. Φωκήων] Ὄρνυτος ὁ Σισύφου, εἰς Ὑάμπολιν ἐλθὼν ἐπικου- ρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι, καὶ νικήσας, ἦρξε τῆς χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφʼ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν.

δύο Σχεδίοι παρʼ Ὁμήρῳ “Σχεδίον Περιμήδεος υἱόν” (Il. 15, 515) καὶ “Σχεδίον μεγαθύμου Ἰφίτου υίόν” (Il. 17, 306). καὶ δύο. Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνονος, ὁ δὲ Ὀδυσσέως. πάλιν τε δύο Εὐρυμέδοντες, ὅ τε Ἀγαμέμνονος καὶ ὁ Νέστορος ἡνίοχος.

519. Κυπάρισσον] Κυπάρισσος ἡ νῦν Ἀπολλωνιὰς, ἀπὸ Κυπαρίσ- σου τοῦ υἱοῦ Μινυοῦ.

521. Ἀνεμώρειαν] ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ καταιγί- ζεσθαι ἀπὸ τοῦ κατοπτευτηρίου.

523. Λίλαιαν] τόπος παρὰ τὸν Παρνασσὸν, ἀπὸ Λιλαίας τῆς Κηφισοῦ θυγατρὸς, οὗ μέμνηται καὶ Ἡσιοδος.

πηγῆς ἔπι] ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται.

526. ἔμπλην] ἐμπελάδην. δηλοὶ δὲ καὶ τὸ χωρίς· “ἔμπλην αἰγιαλοῦ τε καὶ Ἄργεος.”

527. Ὀϊλῆος] ψιλωτέον Ὀϊλῆος· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ Ἡσίοδος διχῶς.

532. Αὐγειὰς ὡς παρειάς· ἡ γὰρ τοιαύτη ἀνάγνωσις Ἰωνικωτέρα οὖσα συνήθης ὁμήρῳ ἐστίν.

536. οἱ δʼ Εὔβοιαν ἔχον] ἐπὶ μὲν τῶν ἄλλων “Βοιωτῶν μέν,” “αὐτὰρ Φωκήων·” ὧδε δὲ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνο- μάζονται, διαφορὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφʼ οὗ οἱ Μητιονίδαι, οὗ Χάικων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκά- λεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ.

537. Χαλκίδα] οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔριπον ὁ τόπος.

Εἰρέτριαν] καὶ αὕτη πέραν τοῦ Εὐρίπου.

Ἱστίαιαν] αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη.

[*](3. *αὐτοὺς] αὐτοὺς 28. Χάλκων] Ἄλκων dicitur ab 19. Ἄργεος ex Callim. H. in Del. Ephoro apud Steph. Byz. s. v. Ἀθῆ- 73] ἄστεος ναι.)
140

538. Κήρινθόν τʼ ἔφαλον] τούτου γὰρ τὰ θεμέλια ὑπὸ θαλάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν.

542. Ἀλγχέμαχος ὁ Εὐβοεύς φησι τοὺς Κούρητας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυγείτοσιν ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέ- μιοι τῆς κόμης ἁπτόμενοι κατέσπων αὐτοὺς, ὀπισθοκόμους γενέσθαι φησὶ, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κούρητας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν.

543. αἰχμηταί] καὶ ὁ χρησμὸς (Strab. 10 p. 689. c. schol. Theocriti 14, 48.) οὕτως περὶ αὐτῶν “ἄνδρες δουρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν.