Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

349. ψεῦδος] ἀντὶ τοῦ ψευδής. ταῦτα δὲ παρὰ τοῖς Στωϊκοῖς λεκτὰ καλεῖται, τὰ πρὸς τὴν σημασίαν διʼ ἄλλου φερόμενα. ψεῦ- δος γὰρ τὸ ἐπάγγελμα.

350. κατανεῦσαι Κρονίωνα] οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαρι- στικῶς δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὰς μαντείας, ὃς ἦν ἐχθρὸς τοῖς Ἀτρείδαις, τῷ δὲ πλήθει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τῶν θεῶν προβάλλεται. διὸ Ὀδυσσεὺς μὲν παρὰ τῶν Ἑλλήνων, Νέστωρ δὲ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται· “ ἦ μὰν αὖτʼ ἀρετῇ νικᾶς, γέρον, υἷας Ἀχαιῶν” (370)· ἐπὶ δὲ Ὀδυσσέως “ὣς ἔφαθ᾿, οἱ δʼ Ἀργεῖοι μέγʼ ἴαχον” (333) καὶ τὰ ἑξῆς. τελειοτέρως δὲ τοὺς νεοσσοὺς ὁ Νέστωρ ἀφεὶς ἐπὶ τὸν βασιλέα τῶν θεῶν φέρεται. τὸ δὲ ἑξῆς, ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ τοῦ ἀστράπτοντα.

352. Τρώεσσι φόνον καὶ κῆρα φέροντες] καὶ Ὀδυσσεὺς ὁμοίως “ὅτ᾿ ἐς Αὐλίδα νῆες Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι” (303).

353. ἀστράπτων] ὅτι ἀκαταλλήλως εἴρηται (ἔδει γὰρ ἀστρά- πτοντα καὶ φαίνοντα), ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει “ Λάϊε, πάλαι δή σʼ ἐξερωτῆσαι θέλων σχολή μʼ ἀπεῖργε.” βραχὺ δὲ δια- σταλτέον εἰς τὸ ἐπιδέξιʼ· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί.

354. μή τις πρὶν ἐπειγέσθω] ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς “ ἀλλ᾿ ἄγε, μίμνετε πάντες” (331). οὗτος δὲ συμβουλευτικῶς.

355. ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι πρίν τινά περ, οὐ καλῶς. μέγιστον δὲ εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.

356. λείπει ἡ περί, ἵνʼ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμή- ματα. ὁρμήματα δὲ τὰ μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης. ἵνʼ ἀξιόχρεως δὲ ᾖ βοηθεῖσθαι, τοῦτό φησιν.

122

359. τοῦτο παρʼ ὑπόνοιαν ἐπήγαγεν. ἀρετὴ δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων.

360. φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι, τὸ τὸν Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν. νόμον δὲ τοῖς βασιλεῦσι τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν βουλὴν, τήν τε ἰδίαν καὶ τὴν σὺν ἄλλοις γινομένην. ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· “οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσει” (Hesiod. O. 291).

361. οὔ τοι ἀπόβλητον] ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν ἐπαινέσεις τὴν βουλήν.

362. κρῖνʼ ἄνδρας κατὰ φῦλα] προοικονομεῖ ἑαυτῷ τὸν κατάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν τῶν νηῶν ἀριθμὸν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαντος αὐτοῖς μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. ζητοῦσι δέ τινες τί δή ποτε οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ. ῥητέον δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο, ὡς οὐδὲ τοῦ πλήθους.

363. ὡς φρήτρη φρήτρηφιν] τοῦτο ἐξηγήσατο ἐν τῷ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3, 9). τοῦτο δὲ, ἵνα μὴ περι- ορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ τὸ βούλευμα χαρίεν τὸ τῆς διατάξεως, ὥστε καὶ τὸν Δία εἰσηγήσασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος (805).

366. κατὰ σφέας] διακεκριμένοι. τοῦτο δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων.

*μαχέονται] ἔστι μὲν καὶ καθʼ ἑαυτοὺς διακεκριμένοι, σημαίνει δὲ ἐκ τούτου ἕκαστον καθʼ ἣν εἶχε δύναμιν· ὅμοιον γάρ ἐστι τῷ “καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ” (Il. 1, 271), τουτέστι καθʼ ἣν εἶχον δύναμιν.

367. θεσπεσίῃ] λείπει τὸ βουλῇ, ὡς Πίνδαρος “τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν” (Ol. 9, 164). ἢ ἀπό κοινοῦ τὸ κακότητι, θεσπε- σίῃ κατότητι ἢ ἀνδρῶν κακότητι.

368. ἦ] Πτολεμαῖος περισπᾷ τὸν η, ἵν᾿ ᾖ τῇ ἰδίᾳ. οἱ δὲ περὶ Ἀλεξίωνα ὡς διαπορητικὸν ἢ διαζευκτικὸν ἐκδεχόμενοι ὀξύνουσιν, ἵν᾿ ᾖ ἀντὶ τοῦ ἀλλʼ ἤ.

370. * ἦ μὰν αὖτʼ ἀγορῇ νικᾶς γέρον] διὰ τί Ὀδυσσέως καὶ κρα- τήσαντος τοὺς Ἕλληνας φεύγειν μέλλοντας καὶ τοὺς οἷος ὁ Θερσίτης [*](1. *παρʼ] πρὸς 29. γεγάμεν ex Pindaro] γεγαμνέη)

123
καταστασιάζοντας ἐπισχόντος καὶ ἀπειλαῖς καὶ πληγαῖς, ὁμοίως γὰρ τῷ Θερσίτῃ “ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ,” ὅθεν καὶ τὸν Θερσίτην προήχθη τύψαι χείρονα ὄντα τῶν πληγὰς εἰληφότων, πρὸς δὲ τούτοις δημηγορήσαντος οὕτως ἐπιβοῆσαι αὐτῷ ἅπαντας ἐπαινοῦντας “ὣς ἔφατ,᾿ Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋ\σάντων ὑπʼ Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,” Ἀγα- μέμνων μόνῳ Νέστορι τὰ πρωτεῖα δίδωσι καὶ τῆς νίκης παραχωρεῖ λέγων “ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν,” καὶ τοιούτους δέκα εὔχεται συμφράδμονας γενέσθαι. οὕτω γὰρ τάχα πορθηθῆναι τὴν Ἴλιον ʼχερσὶν ὑφʼ ἡμετέρῃσιν ἀλοῦσαν.” ῥητέον οὖν ὅτι οὐχ ἀπλῶς νικᾶν ἔφη καὶ ἐν πᾶσι τὸν Νέστορα, ἀλλὰ μόνον ἐν τῇ ἀγορῇ νικᾷς, γέρον, τὰ πρωτεῖα διδοὺς κατὰ τὴν δημηγορίαν καὶ αὐτὸς τῷ Νέστορι. καθάπερ οἱ Ἕλληνες τῷ Ὀδυσσεῖ Ὀδυσσεὺς μὲν γὰρ ἐδημαγώγησεν ὡς πρὸς δημοκρατίαν ἁρμόσας τὸν λόγον καὶ ὡς ἐπʼ αὐτοῖς ὂν μένειν ἢ ἀποπλεῖν. τί γάρ φησιν ὑποτάξας τὸν Ἀγαμέ- μνονα τῇ τῶν Ἑλλήνων ἐξουσία “Ἀτρείδη, νῦν σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσι” καὶ τὰ ἑξῆς. ὁ δὲ Νέστωρ τὸν Ἀγαμέμνονα αὐτὸς ἄρχειν παρακαλεῖ καὶ μὴ φροντίζειν τῶν ἀποστατούντων. συμφέρειν γὰρ πᾶσι τὴν τούτου ἀρχὴν, διὰ τὸ πάντας οὐχ ὑποσχέσεσιν ἀπλῶς, ὡς Ὀδυσσεὺς ἔφη, ὅρκοις δὲ καὶ συνθήκαις καὶ δεξιαῖς πιστώσασθαι τὴν τούτου ἡγε- μονίαν, ἀπειθοῦσι δὲ αὐτοῖς καθὼς ἐξώμοσαν πάντες γενέσθαι τὴν παράβασιν. “Ἀτρείδη, σὺ δέ θʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,” διὰ τοῦ “πῆ γὰρ αἱ συνθῆ- και καὶ ὅρκια βήσεται ἡμῖν σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέ- πιθμεν.” διόπερ Ὀδυσσεὺς μὲν τοὺς Ἕλληνας εἰπὼν “ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέε- σθαι” εὐθὺς ἐπιλαμβάνεται αὐτοῦ ἀνακαλούμενος τὸν λόγον διὰ τοῦ φάναι “ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι,” καὶ ἐκ τοῦ ἤττονος παραβάλλειν τὸ μέγεθος· τῆς Ἑλληνικῆς . . . . . . εἰ γὰρ καὶ ὁ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχάλλει ὑπὸ ἀνέμων ἐναντίων ἐμποδι- ζόμενος, “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόν- τεσσι” (Il. 2, 291—296). τῆς . . . . . . μεσήσαι ἀσχάλλουσι τοῖς Ἕλλησιν, ὁ δὲ Νέστωρ οὐχ Ἕλληνας φησὶν ἀξίους εἶναι ὡς παῖδας διασύρεσθαι, ἀλλʼ αὐτοὺς τοὺς δημηγόρους τὰ τοῦ πολέμου ἔργα μὴ
124
σκοπουμε . . . . . ὧν μάλιστα ἤρτηται ἐκ τῆς πρὸς θεοὺς εὐσεβείας “ἦ δὴ παισὶν ἐοικότες ἠγοράασθε νηπιάχοις, οἷς οὔτι μέλει πολεμήια ἔργα.” πῶς οὖν οὐ μέλλει . . . . . . διὰ ἀφροσύνην τὰ τῶν πολέμων φρονεῖν, ὅτι δὴ φησὶν, “ἐν πυρὶ δὴ βουλαί τε γενοίατο” συνθεσίαι καὶ τὰ ὅρκια “σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ, ἦς ἐπέπιθμεν.” τὸ θαρ- ρεῖν γὰρ εὐορκοῦσι καὶ τηροῦσι τὰς διὰ θεῶν πίστεις ἀνδρῶν ἂν εἴη εὐφρόνων καὶ εἰδότων τὰ κοινὰ τῶν πολέμων εὐλαβεῖσθαι, καὶ τούτων ἀναμιμνήσκειν δεῖ, φησὶ, τοὺς συμβουλεύοντας ῥήτορας. ἀκολούθως δὲ τούτοις ἐπάγεται καὶ τὸ “ἔα φθινύθειν ἕνα καὶ δύο” τῶν ἀπει- θούντων, οἳ οὐκ ἀνύουσι πρότερον τὸ εἰς οἶκον ἀπελθεῖν “πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐκί.” εἰ γὰρ ἐπὶ ὅρκοις καὶ σπονδαῖς καὶ τοῦ πολέμου παρασκευαῖς καὶ δε- ξιαῖς καὶ Διὸς ἐγένετο ἡ ὑπόσχεσις, κίνδυνος τοῖς ταῦτα παραβαί- νουσι καὶ οὐ χρὴ θωπεύειν δημαγωγοῦντας, ἐπιπλήττειν δὲ μᾶλλον ἁμαρτάνουσι καὶ ἐπάγειν τὸν βασιλέα εἰς τὸ τῆς ἐξουσίας ἡγεμονι- κὸν, ἀλλʼ οὐκʼ ἀπέχεσθαι τῶν ἀρχομένων, ἐπισταμένων οἷς ἔκριναν μετὰ πίστεως ὡς χρεὼν ἐν πᾶσιν ὑπακούειν. διὸ Ὀδυσσεῖ μὲν ἀκό- λουθον δημαγωγοῦντι καὶ Κάλχαντος χρήσασθαι μαντείαις. ὕβριστο μὲν γὰρ ὑπὸ Ἀγαμέμνονος, αἴτιος δὲ ἐδόκει ἔναγχος αὐτοῖς γεγονέναι τοῦ λοιμοῦ τῆς θεραπείας καὶ διὰ τοῦτο πρὸς αὐτῶν ἠγαπᾶτο καὶ ἐπιστεύετο. Νέστορι δὲ τούτου μὲν ἀμελεῖν, εἰς δὲ τὰς Διὸς ἀνάγειν ὑποσχέσεις αἷς μετὰ τῆς τοῦ πολέμου κατορθώσεως καὶ τὸ ἡγεῖσθαι τοῦ πολέμου τὸν Ἀγαμέμνονα ἐκύρωσεν. “φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα” (Il. 2, 350) καὶ τὰ ἑξῆς. γράφει δὲ περὶ τῶν δεξιῶν ἀστραπῶν Ἑρμόδημος, καὶ ὅταν “κατὰ δεξιὰ χειρὸς ἀστράπτῃ νίκην καὶ ὑπέρτερον εὖχος ὀπάζει,” καὶ ὅλως οἱ περὶ τούτων σκεψάμενοι φασὶν ἀστραπαὶ καὶ βρονταὶ δεξιαὶ τοῖς ἐπιχει- ροῦσιν ἄγεσθαι. φόβους γὰρ τοῖς πολεμίοις σημαίνουσιν ἐν δεξιοῖς γινόμεναι. διαφόρων τοίνυν οὐσῶν τῶν δημηγοριῶν καὶ τῆς μὲν Ὀδυσσέως δημοτικωτέρας, τῆς δὲ Νέστορος βασιλικωτέρας καὶ ἀρχικῆς, εἰκότως ὁ μὲν θωπεύει “ “οὐ νεμεσίζομαι Ἀχαιοὺς λέγων ἀσχάλλειν παρά νηυσὶ καὶ ὅμως ἀξιῶν, τλῆτε, φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον· αἰσχρὸν γὰρ δηρόν τε μένειν κενεόν τε νέεσθαι” (Il. 2, 296— 298), ὁ δὲ ὀλίγον ἐνδοὺς καὶ τοσοῦτον θεραπεύσας ἐν τῷ φάναι “τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι” (Il. 2, 354), εὐθὺς μὲν ἐγείρει τόν λόγον εἰς τὴν
125
ὑπὲρ τοῦ βασιλικοῦ ὅρκου μνήμην “τίσασθαι γὰρ Ἑλένης ὁρμήματά τε στοναχάς τε,” εἰς ἀπειλὰς δὲ χωρεῖ οἰκείας βασιλικῷ φρονή- ματι, “εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.” λοιπὸν δὲ οὐκ ὦ Ἀτρείδη λέγει; οὐδʼ ὦ Ἀγάμεμνον, ἀλλ᾿ ἄναξ ὦ βασιλεῦ λέγων ἀξιοῖ μὲν αὐτὸν κατάρχειν σκεμμάτων καλῶν, πείθεσθαι δὲ καὶ ἄλλῳ καὶ διατάσσειν ὡς χρὴ κατακοσμηθῆναι κατʼ αὐτούς. εἰκότως οὖν τὸν μὲν πρὸς τὸ ἀρχόμενον καὶ δημοτικὸν ἁρμότ- τει λόγον, τοῦ δὲ πρὸς τὸν ἄρχοντα καὶ βασιλέα τῶν ἄλλων τὸν μὲν τὸ πλῆθος ἐπαινεῖ, τῷ δὲ τὸ νικᾶν ὁ βασιλεὺς ἀποδίδωσιν.

ἀγορῇ νικᾶς] ἐπιεικὴς ὁ βασιλεὺς, ὃς οὐκ οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ ὡς μένοντας πρακτέον. ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ αὐτὸς ἐπαινεῖ.

371. αἰ γάρ] πάτριοι γὰρ οὗτοι τοῖς Ἀθηναίοις θεοί.

372. τοιοῦτοι δέκα μοι συμφράδμονες] δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματικῶν τὰ ψυχικὰ προτιμῶν. ἐνθάδε μὲν γὰρ δέκα Νέστορες ἀρκοῦσιν αὐτῷ πρὸς τὴν τῆς Ἰλίου ἅλωσιν· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πόλεμον προτρέπων φησὶ “τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι γένοιτο” (Il. 4, 289). ἔνθεν Εὐριπίδης (fragm. 220) λαβῶν λέγει “σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾶ· σὺν ὄχλῳ δʼ ἀμαθία, πλεῖστον κακόν.” λέγει δὲ ὅτι εἰ πάντες συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, τάχα ἂν πορθηθείη ἡ πόλις. ἀπαρκεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης μόνος ὁ Νέστωρ εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων τοῖς λόγοις διοίσοντάς φησιν, ἀλλʼ οἷς ἡ αὐτὴ ἕξις ἐστί· “πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύ- σει” (Il. 9, 74). τάχα δὲ εἰς ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα ταῖς παραινέσεσι πείθεσθαι.

373. ἠμύσειε] ἀπὸ τῶν ὀφθαλμῶν ἡ μεταφορὰ, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται.

375. ἀλλά μοι αἰγίοχος] εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς. προ- [*](13. καὶ ὡς μένοντας πρακτέον] *καὶ 23. * συμβουλεύσειαν] συμβουλεύ- τί χρὴ πράττειν μένοντας σειεν 21. * σοφὸν—νικᾷ] om. 27. *πολλῶν—βουλεύσει] om.)

126
μαλάσσει δὲ τὸ πλῆθος, τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μή τις ἐθελοκακοίη αὐτῷ. συγγνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα. πόρρωθεν δὲ ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλλαγὰς μνη- στεύεται, τοὺς ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος.