Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ἄλλοι] Ζηνόδοτος ὦλλοι γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς τοῖς ἄρθροις ἀεί.

84

θεοί τε καὶ ἀνέρες] ὅτι μετὰ θεὸν ὁ ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ λοιπὸν γένος ἅπαν.

ἱπποκορυσταί] ἱπποκορυστάς φησιν οὓς διὰ τὴν τοῦ πολέμου πρόνοιαν ἀγρυπνεῖν ἔδει. οἱ δὲ τοὺς βασιλεῖς ἤκουσαν.

2. νήδυμος ὕπνος] Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπεκτάσει νήδυμος· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος. μετὰ δὲ τοῦ ν τὸ νήδυμος.

*ἀγνοοῦσί τινες οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντες τὸν ἡδύν. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν “νήδυμος ἀμφιχυθείς.” καὶ αὐτὸς ὁ Ὕπνος φησὶν “ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα” (Il. 14, 359). καὶ ἔτι “περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος” (19)· “τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης” (Il. 14, 445). διὸ καὶ οὕτως λέγει “οὐδέ μιν ὕπνος ᾕρει πανδα- μάτωρ” (ib. 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ “νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς” (Od. 13, 80). καὶ ἐπʼ ἄλλων δὲ περιεχόν- των καὶ κατειληφότων τὸ ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. 16, 114)· “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν” (Il. 17, 591)· “θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (41). “θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. 2, 12). κέχρηται δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι” (Od. 4, 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως . . . . . .

καὶ πῶς φησὶν “ἔνθα καθεῦδʼ ἀναβάς;” λύοιτο δʼ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν ἰαύειν κεῖσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνονται, οἷον “πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον” (Il. 9, 325) καὶ “ἔνθ᾿ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορέων” (Od. 19, 6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, Ζεὺς δὲ οὐ παννύχιος. διδαχὴ δέ ἐστιν ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρ- χοντας οὐ παννυχίζειν δεῖ (“οὐ χρὴ” γὰρ “παννύχιον εὕδειν βουλη- [*](9. *ὁ] om. μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 13. ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ] ὄφρα εὗδον παννύχιοι Δία δʼ οὐκ ἔχε νήδυμος ἔτι ζεὺς, ἐπεὶ ὕπνος” τῷ ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ 26. καὶ πῶς φησὶν “ἔνθα καθεῦδʼ δὲ χρυσόθρονος Ἥρη. ἀναβάς”] *ἐναυτία δοκεῖ ταῦτα “ἄλλοι 29. ἐγρηγορέων] ἐγρηγορόων )

85
φόρον ἄνδρα” 24), ἀλλὰ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἱ μὲν περὶ Θέτιδα τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος τιμῆσαι Ἀχιλλέα.

*ἐναντίον δὲ δοκεῖ τὸ “Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” τῷ “ἔνθα καθεῦδʼ ἀναβάς.” λύοιτο δʼ ἂν κατὰ λέξιν. καὶ γὰρ τὸ καθεύδειν ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοι- μηθῆναι καὶ τὸ . . . . “ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον.” καὶ πάλιν “Εὐρυνόμη δʼ ἄρα χλαῖναν βάλε κοιμηθέντι” (Od. 20, 4). τὸ δὲ παννύχιοι ἐστὶ διʼ ὅλης νυκτός. ὥστʼ . . . . τὸν μὲν Δία μέρος ὑπνῶσαι, τοὺς δὲ . . . . βαθὺς, ὥστε δύναιτʼ ἂν ὑπνῶσαι μὲν, μὴ βαθεῖ δὲ ὕπνῳ.

3. μερμήριζε] διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς ὑπὸ Ἥρας ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν, ταυτὸν πάσχειν οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ πρακτέον· νῦν δὲ τὸ πῶς πρακτέον. τὸ δὲ μερμήριζεν ἀντὶ τοῦ ἐμε- ρίζετο εἰς μέρη. καὶ διάνοια μὲν ἡ ἑδραία καλεῖται, μέριμνα δὲ ἡ μεριζομένη.

4. τιμήσειʼ] τοῦτο εὐκτικὸν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν. στικτέον δὲ ἐν τῷ Ἀχαιῶν· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν. διό φησιν “ὑπὲρ αἶσαν οἱ Ἀχαιοὶ φέρτεροι ἦσαν” (Il. 16, 780), ὥστε διωχθῆναι μέχρι νεῶν.

5. ἀρίστη φαίνετο βουλή] πολλὰ προσκεψάμενος ταύτην εὗρε χρει- ώδη βουλήν. ἔστιν οὖν ὡς τὸ “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eurip. Hipp. 438). καὶ “ἕτερος δέ με θυμὸς ἔρυκεν” (Od. 9, 302).

6. οὖλον ὄνειρον] τοῦτο κατὰ συμπάθειαν, ὡς τὸ οὐλομένην (Il. 1, 2), καὶ ἵνα ποθοῖμεν μαθεῖν τί εἴργασται ὁ οὖλος ὄνειρος. Ἕκτορι δὲ ἡ Ἶρις πέμπεται, ἀλλʼ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ καταλόγου ἡ ναυ- μαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον· εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησί “βάσκʼ ἴθι, οὖλε ὄνειρε” (8).

*οὖλος ὄνειρος ὁ ἀσαφὴς καὶ ὕπουλος, εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησί. δηλοῖ δὲ καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ (17, 343) φησὶν [*](4. ἐναντίον —] Est scholion 5. δʼ ἂν κατὰ] δὲ κατὰ Porphyrii scriptura in fine folii 15. *νῦν δὲ τὸ πῶς πρακτέον] om. 19 a partim obliterata. Cohaeret 25. *τὸ] om. cum p. 84, 25. 29. *βάσκ᾿ ἴθι, οὖλε ὄνειρε] om. )

86
“οὖλον ἄρτον ἑλών·” δηλοὶ δὲ καὶ τὴν τῶν τριχῶν δασύτητα. οὖλον δὲ ὄνειρόν φησιν οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλʼ ἐπʼ ὀλέθρῳ πεμπό- μενον. ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγίαινε, ὡς ἐν ἐκείνῳ “οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν” (Od. 24, 403).

8. βάσκʼ ἴθι] Τυραννίων ὑφʼ ἓν, ὡς ἄπιθι. ἄμεινον δὲ ταυτολο- γίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·” καὶ “ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν.” καὶ πάνυ σφόδρα φασὶν Ἀτ- τικοί. δύναται δὲ τὸ ἴθι ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003).

10. πάντα μάλʼ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ περαιτέρω τῶν ἀκουομένων περιεργάζεσθαι. ἀσύνδετος δέ ἐστι καὶ ἀρχοντικὸς ὁ λόγος.

11. θωρῆξαί ἑ κέλευε] ἐγκλιτέον τὴν ἕ. θωρήσσεσθαι καὶ κορύσ- σεσθαι δὲ ἀπὸ τῶν ἡγεμονικῶν, ὡς “ὄμματα καὶ κεφαλὴν, Ἄρει δὲ ζώνην” (478). καὶ ὁπλίζεσθαι δέ πού φησιν ὁ ποιητής.

κάρη κομόωντες] κομῶσι γὰρ Λάκωνες, ἀφʼ ὧν τὸ πᾶν Ἑλληκικὸν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρὸν, ἢ πρὸς τὸ μὴ ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθισμένοι λέγονται.

12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί,” παρεληλυθότα “νῦν ὤλετο πᾶσα κατʼ ἄκρης,” μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (Il. 20, 307).

*ἀποροῦσί τινες πῶς ὁ Ἀγαμέμνων ἀκούσας “θωρῆξαί σε κέλευσε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυ- άγυιαν,” καὶ πιστεύσας τῷ ὀνείρῳ “φῆ γὰρ ὅγʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ” (37). ὡς τῶν πολεμίων ἁλίσκεσθαι μελλόντων καὶ τῆς πόλεως καταλαμβανομένης, τὰ μὲν πρὸς ἅλωσιν οὐ ποιεῖ ἐξαγαγὼν τὴν στρατιὰν, ἐπὶ ὅρκους δὲ ἔρχεται καὶ συνθήκας, αἷς ἐπεφώνησεν “οἱ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύ- [*](5. τε] *τοι recte. Deest verbum in Townleiano et 9. ἐπίρρημα] *καὶ ἐπίρρημα Lipsiensi. 22. λέγονται scripsi ex codice 25. *δὲ δὴ] δʼ Sorialensi. In B est εἴρηται, 26. ἀποροῦσι —] Hoc scholion. spiritu in λ mutato, ut sit λείρηται. et duo proxima sunt Porphyrii. )

87
σασθαι ὀϊζυροῦ πολέμοιο” (Il. 3, 111). ῥητέον οὖν ὅτι μήποτε οὐ παντελῶς ἐπίστευσε τῇ περὶ τὸν ὄνειρον φαντασία· διόπερ εὐγνώμοσι τοῖς περὶ τῆς συνθήκης λόγοις ὑπάρχουσιν εἰκότως συγκατατίθεται.

*ἀπρεπὲς δὲ τὸ λέγειν “πανσυδίῃ, νῦν γάρ κεν ἕλοις Τρώων πόλιν εὐρυάγυιαν·” τὸ γὰρ ψεύδεσθαι τὸν Δία αἱρήσειν μέλλοντα τὴν πόλιν ἄτοπον. ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· οἱ μὲν, ὅτι τὸ νῦν δηλοῖ πλείω, ἐν οἷς περιέχεται οὐ μόνον τὸ τήμερον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ χρόνῳ. οἱ δὲ, ὅτι τὸ πανσυδίῃ σημαίνει μετὰ πάντων, ὥστε παραλιπὼν τὸν Ἀχιλλέα ἥμαρτεν. οἱ δὲ ἀπὸ τοῦ ἔθους· καὶ γὰρ στρατηγοῖς καὶ βασιλεῦσι συγκεχώρηται εἰς τὸ πρόσφορον ψεύδεσθαι. καὶ δὴ καὶ τὸν Δία εἰσάγει τοιοῦτον, τῷ ἔθει ἑπόμενον.

?? ἀποροῦσι πῶς καὶ ὁ Ζεὺς οὐκ ἀληθεύει ὑπισχνούμενος “νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν” καὶ ὁ Ἀγαμέμνων ἀπατᾶται, καὶ ὁ ὄνειρος ὀλοός. ὀλοὸς μὲν οὖν ὁ ὄνειρος, ὅτι οὐ σαφής· Ἀγαμέμνων δὲ νήπιος, ὅτι ἀφροσύνης ἡ ἀπάτη γίνεται. τὸ γὰρ “νῦν κεν ἕλοι Πριάμοιο πόλιν” εἰς μίαν περιέστη ἡμέραν. καὶ ὅτι οὕτως ὑπέλαβε καὶ ἤκουε τὸ νῦν, δηλοῖ τὸ ἐπιρρηθὲν αὐτῷ “φησὶ γὰρ ὅγʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ, νήπιος” (37). Ζηνόδοτος δὲ παριστὰς τὴν τοῦ Διὸς ἀλήθειαν φησὶ κατʼ ἐκείνην ἑαλωκέναι τὴν ἡμέραν τὴν Ἴλιον· ὅτε γὰρ οἱ ὅρκοι συνεχύθησαν, ἡ πόλις ἀπώλετο· ἐν γὰρ τῷ παρασπονδῆσαι τὸ μηκέτι σωθῆναι κατεψηφίσθη. Ἀπίων δέ φησιν ὅτι πρότερον ἐνδοιάζων ὁ Ζεὺς κατʼ ἐκείνην τὴν ἡμέραν ἐπέτρεψε τῇ Ἥρᾳ τὸν τῆς Τροίας ὄλεθρον· διὸ καὶ κατῆλθεν ἡ Ἀθηνᾶ, τῇ τῶν ὅρκων ἀνατροπῇ συναναστρέφουσα τοὺς Τρῶας. ἔπειτα ἐρρήθη πανσυδίῃ ἐξάγειν τοὺς Ἕλληνας· ὁ δὲ παρῆκεν οὐ μικρὰν μερίδα τὴν τοῦ Ἀχιλλέως. πῶς οὖν ἀληθεύει καὶ ἐν τῷ “ἐπέγναμψε γὰρ ἅπαντας Ἥρη λισσομένη;” καὶ τοῦτο ἀληθές· πέπεικε γὰρ ἡ Ἥρα· φησὶ γὰρ “ὃς πρὶν ἔμοιγε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι” (Il. 5, 832). τὸ οὖν νέφος τοῦ Ἄρεως ἔταξε κατὰ πλήθους.

13, 14. ?? οὐ γὰρ ἔτʼ ἀμφὶς—φράζονται] τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διχογνωμονοῦσι περὶ τῆς Ἰλίου, ἤγουν διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ τῶν Ἑλλήνων.

[*](16. περιέστη] περιές 26. μικρὰν Vill.] μικροῦ 21. * παρασπονδῆσαι] παρασπονδίσαι 30. ἔταξε] ἔτ )
88

19. ἀμβρόσιος] ἥδιστος αὐτῷ ἐστὶν ὁ ὕπνος διὰ τὴν κατάπαυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ.

20. στῆ δʼ ἄρ’ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν τῷ δὲ Νέστορι ὅμοιος ὡς συμ- βούλῳ καὶ φιλεταίρῳ.

23. δαίφρονος] τοῦ συνετοῦ, παρὰ τὸ δαῆναι, ὡς “δαίφρονι Πηνε- λοπείῃ·” ἐπὶ δὲ Τυδέως (Il. 5, 181) πολεμικοῦ. δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς εὐγενεῖς ἥδει, ὡς τοὐναντίον οὐ χρή. τῶν δὲ οἰκείων ἐστὶ τὸ ἐγκαλεῖν, ὡς καὶ ἀλλαχοῦ γνωμολογεῖ ὁ Νέστωρ “τί πάννυχον ὕπνον ἀωτεῖς;” (Il. 10, 159). ταῦτα δὲ πρὸς τὸ πεῖσαι· “ἐσθλὸν” γὰρ “καὶ τὸ τέτυκται” (Il. 15, 207). ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη.

26. ξύνες ὦκα] αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι τὴν προσοχὴν ἣν ἐργάζεται τὸ τοῦ προστάσσοντος ἀξίωμα.

27. δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμὸν, διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν. τὴν δὲ σεῦ ὀρθοτονητέον· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα· ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.

29. ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων παράβασιν.

33. ἔχε — λήθη] τὸ ἔχε τὸ φύλασσε δηλοῖ. τὸ δὲ λήθη προστέ- θειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς ἐπιλάθηται. τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν.

34. ἀνήῃ] διαίρεσίς ἐστι τῆς τοῦ ῥήματος τοῦ ἔω κλίσεως, ὡς καὶ Πλάτων “ἐπεὶ ἤδη με ἀνῆκεν ὁ ὕπνος” (Protag. p. 310, d).

36. ἔμελλεν] ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον· οἱ δὲ ἄλλοι διὰ τοῦ ο. διδάσκει δὲ ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων.

[*](6. * φιλεταίρῳ] φιλαιτάτῳ ἔμελλεν ἑνικῶς, καὶ ὅτι τὸ ἔμελλον ἀντὶ 16. * νυστάξαντα] διστάσαντα τοῦ ἐῴκεσαν. Cum B consentit ἠλέηται] *ἐλεεῖται codex Townleianus et Lispiensis 29. διὰ τοῦ ο] Id est ἔμελλον. ἔμελλεν: ἡ Ζηνοδότειος γραφὴ διὰ τοῦ Idem in scholio codicis Veneti A ε, οἱ δὲ διὰ τοῦ ο. Pervertit haec traditur, sed omisso Zenodoti men- Bekkerus, qui οἱ δὲ ἄλλοι διὰ τοῦ ᾱ tione, ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχή- scripsit et ad ἀπεβήσετο vel ἀπεβή- μα ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν σατο rettulit.)
89