Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. οὔτʼ ἄρʼ ὑπερθορέειν] θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, ἢ ὑπερθορόντας, εἴπερ ἦν σχεδὸν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν εὐδιάβατος. ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ ἀμήχανον· καὶ ἔστι τὸ οὕτʼ ἄρʼ ὑπερθορέειν ἐξήγησις τοῦ εὐρεῖα, τοῦ δὲ οὕτε περῆσαι τὸ ἐπιφερόμενον. ἀμφοτέρωθεν δὲ οἱ σκόλοπες, ὥστε μήτε τὴν κατά- βασιν ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν.

57. πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι, μεγάλους εἰς τὸ μὴ ὑπερ- βαίνειν.

62. ἀφραδέως] οὐκ εἶπε θρασέως διʼ Ἕκτορα. καὶ τὸ ἐλαύνο- μεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἔκτορι, διὰ δὲ τὸ ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως.

64. ἀπὸ κοινοῦ μὲν τὸ ἑστᾶσιν· ἐπὶ δὲ τοῦ τείχους μεταβάλ- λεται ὁ ἀριθμὸς ἀντὶ τοῦ ἵσταται.

66. ἱππεῦσι] δῆλον ὅτι οὐδὲ πεζοῖς. ἵνα δὲ μὴ περὶ πάντων λέγων παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ μόνων δὲ τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ πρυλέες Ἕκτορι πάντες ἑπώμεθ’, οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς ἀρεσκό- μενος τῇ διόδῳ. στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον· προ- περισπᾶται δέ.

τρώσεσθαι] ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· Ἴωνες γὰρ τὰς τροπὰς τρώματα καλοῦσι· καὶ “οἶνός σε τρώει” (Od. 21, 293) ἀντὶ τοῦ παρατρέπει.

69. ἡ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι] ὡς ἔμφρων ταῦτά φησιν· οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία, καὶ τοῦ μέλλοντος προνοεῖ. εὔχο- μαι μὲν γὰρ, φησὶ, τοῦτο εἶναι· ἐννοῶ δὲ καὶ τὸ ἕτερον, ὅτι καὶ ἐν τῇ ὑποστροφῇ χείρονα πεισόμεθα. ἴσως οὖν καθόλου τῆς δια- βάσεως ἀποτρέπει, ἀλλʼ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν.

70. νωνύμους] ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, ἀποβολῇ τοῦ ν. ἢ ἀνωνύμους.

72. ἐνιπλήξωμεν] ἀκουσίως, μᾶλλον δὲ ἑκουσίως ἐμπέσωμεν.

496

73. ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου· ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγελον διανοήματος.

74. ἑλιχθέντων ὑπʼ Ἀχαιῶν] ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον.

78. Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες] προσαγωγῶς πάνυ ἐπαίρει αὐτόν· ἡρέμα δὲ ὑποδείκνυσι τὸν κίνδυνον, ὡς οὐκ αὐτὸς τῇ διαβάσει ἀρεσκόμενος.

81. αὐτίκα] εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς σπουδῆς σημαντικόν.

86. διαστάντες τῶν ἵππων, ἢ ἑαυτῶν· ἀρτύναντες δὲ καταρτί- σαντες.

87. πένταχα κοσμηθέντες] τοσαῦται τῶν Τρώων ἡγεμονίαι, ἐπεὶ πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, ὃ καὶ ἄμεινόν μοι δοκεῖ εἶναι.

92. ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος καὶ ὅτι τοῦ ἡνιόχου ἀπέσχετο καὶ τοῦτον παρέλαβεν ὡς ἐπὶ ἀναγκαίαν πρᾶ- ξιν.

93. κατὰ γαστρὸς ἔχουσα ἡ Ἕκάβη ὄναρ ἐθεάσατο, ὅτι ἔτεκε δαλὸν ὑφʼ οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν, ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου· ἄρκτον γὰρ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασιν, ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι ἐτράφη καὶ παρῆλθε μόρον· ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, ἐπελθόντος πολέμου.

96. Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι] μέλλων αὐτοῦ θρα- σεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἀπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ τοῦ πατρός.

103. * Πορφυρίου. πολλάκις ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις γενομένη πλανῷ τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴσαντο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβον καὶ τὸ ἐπορεύθησαν, καὶ ἴσος καὶ ὅμοιος γενόμενος· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ [*](7. Addit B a m. sec. (ad v. cum aliqua scripturae diversitate, 80) οὗτος ὁ Πολυδάμας—καὶ αὐτόθι quam notavit Bernhardyus. ἐτελεύτα ex Pausania (6, 5) apud 16. *τοῦτον] τὸν Suidam s. v. Πολυδάμας Σκοτουσαῖος, 28. *Πορφυρίου] om.)

497
μὲν οὖν δηλοὶ τὰ τοιαῦτα “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5, 281) ἓν μέρος ἰδεῖν ὑπέλαβεν, τὸ δὲ ὡς ῥινόν ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐστιν ὡς ἐρινεός· ἦν γὰρ ὡς ὅτε ἐρινός. καὶ τὸ “εἴσομαι αἴ κε τύχοιμι” (Od. 22, 7) ἀπὸ τοῦ εἰδῶ, εἴσομαι, καὶ ἀπὸ τοῦ εἰδῆσαι. τὸ δὲ “εἰσάμενος Κάλχαντι δέμας” (Il. 13, 45) ὁμοιώσας· καὶ “τῷ μιν ἐεισάμενος” (Il. 2, 22), καὶ “εἴσατο δὲ φθογγήν” (ib. 791) ἀντὶ τοῦ ὡμοίωσεν, καὶ “εἰδόμενος Ἀκάμαντι θοῷ” (Il. 5, 462). τὸ μέντοι “εἴσατο νηῶν ἐπʼ ἀρι- στερά” (Il. 12, 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ’ οὗ καὶ τὸ ἴομεν· σημαίνει γὰρ τὸ ἐπορεύθη. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδῶ, ὁ μέλλων εἴσω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίσκω. τὸ δὲ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡσαύτως κἀν τῷ “αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργεστᾶο νότοιο εἴσομαι” ἤγουν πορεύσομαι “ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν” (Il. 21, 334). ὁμοίως δὲ ἔχει καὶ τὸ “ἴθι οἱ καταείσατο γαίῃ” (Il. 11, 358) ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐν τῇ γῇ ἐπάγη, ἐπεστηρίχθη· καὶ ἐν ἄλλοις “ἐν γαίῃ ἵσταντο” (ib. 574). καὶ εἴσομαι ἀντὶ τοῦ γνώ- σομαι, ὡς τὸ “εἴσομαι εἴ κέ μʼ ὁ Τυδείδης” (Il. 8, 532).

105. ἄραρον] ἔφραξαν, ἐπύκνωσαν, ὥπλισαν. τὸ δὲ βόεσσιν ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γάρ φασιν ὅτι περιχρύσους εἶχον ἀσπίδας.

107. ἐμπεσεῖσθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν νηυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον τῶν Τρώων ἦν ἐκεῖ.