Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

134. δύο εἰσὶ τὰ ἐναντιούμενα, τὸ θέλειν καὶ τὸ δύνασθαι, ἄπερ ἄμφω προβάλλονται· τὸ γὰρ χαρίσαιτο ὡς μὴ ποιησόντων αὐτῷ αἴσθησιν τῶν δώρων. ἀνοήτως δὲ τοῦ πατρὸς αὐτὸν ὑπομιμνήσκουσιν.

137. ἀμείλικτον μὲν ἑαυτοῖς, δικαίαν δέ.

138. εἰ μὲν δὴ] εἰρωνικῶς τοῦτό φησιν ὡς δὴ φιλίας παλαιᾶς μνείαν τινὰ ποιούμενος.

δαίφρονος] καὶ τοῦτο ἐν εἰρωνείᾳ· φαύλην γὰρ γνώμην εἰσενεγκὼν εἰς Τρῶας διήγειρε πολεμεῖν. εἰ δὲ καὶ τὸν πολεμικὸν δηλοῖ, κατʼ [*](Ι. * ἑτέρωθεν —κοιμήσασα] έτέ- 6. καὶ συμμειοῦσθααι πάλιν a m. sec. ρωθι—κοιμίσασα, omisso ἐν ξυλόχῳ. 22. *προσἀγωγὸν] προσαγαγὸν)

462
εἰρωνείαν καὶ τοῦτο, ὅτι τοὺς ἐν σπονδαῖς ἀφικομένους κτεῖναι παρῃ. νει ὥσπερ τι γενναῖον ποιεῖν δοκῶν.

140. *ἀγγελίην] δύο σημαίνει, τὸ ἄγγελμα, ὡς ἐν τῷ “ ἀγγε- λίην εἴποιμι περίφρονι Πηνελοπείῃ” (Od. 15, 313), καὶ τὸν ἄγγε- λον ἤτοι τὸν πρέσβιν, ὡς ἐνταῦθα.

μετ ὀνόματος εἰρηνικοῦ ἥκοντα παρὰ τὸν τῶν ἀνθρώπων νόμον φονεύειν ἐπεχείρησεν.

142. λώβην] ῆν ἐλωβήσατο εἰς Ελληνας. διδάσκει δὲ ὅτι τὰ πατέρων καὶ παισὶ φυλάττονται.

146. οἰκεία ἡ κόλασις τῷ τοῦ πατρὸς ἀδικήματι· κεφαλὴ γὰρ ἀποτέμνεται ἡ φθεγξαμένη γνώμην πονηρὰν, καἰ χεῖρες αἳ χρυσὸν ἔλαβον.

147. ὁ κυλινδρώδης λίθος οὕτως καλεῖται, ᾧ ἐμφερὲς καὶ τὸ σκεῦος ὁ ὅλμος. δεῖ δὲ πάσχειν ἐξαίρετα υἱοὺς ὄντας τοῦ αἰτίου τοῦ πολέμου. καὶ ὅσῳ μὲν δεινὰ ποιεῖ, φιλαδελφίας ἐμφαίνει μέγεθος· εἰ δὲ Μενέλαος ᾖν, μικροψυχίας ἂν αὐτοῦ κατεγνώκειμεν, εἰ ὑπὲρ ἑαυτοῦ πικρός οὕτως ἐφαίνετο.

151. ἐρτο κονίη] ὁ γὰρ κονιορτὸς κόνις ἐστὶν ώρμημένη, ὅπερ ἄλλως ἐνταῦθα φράζει.

154. Ἀργείοισι κελεύων] οὐ μόνον αὐτὸν ἀριστεύοντα ποιεῖ, ἀλλὰ καὶ τοῖς λοιποῖς εὐδοκιμήσεως σἴτίον γινόμενον.

155. ἀξύλῳ] πολυξύλῳ, ἀφʼ ἦς οὐδεὶς ἐξυλίσατο, ἵνα πλῆθος ἔχοι ξύλων καὶ ἐκ παλαιοῦ τμηθεῖσα ξηροτάτη καὶ πρὸς καῦσιν ἐπιτηδεία ἔοι. ἡ παραβολὴ οὖν πρὸς τὴν συνέχειαν τῶν πιπτόντων. τί δὲ ὀξύτερον ἢ εὐκινητότερον πυρός;

* Πορφυρίου. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ τὴν ὁμόξυλον. δηλοῖ γὰρ, φασὶ, τὸ α καὶ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος) καὶ ἄβρομοι, ἅμα βρόμῳ, καὶ ἀίαχοι, ἅμα ἰαχή. οὕτως καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ ξύλου (ἐπάγει γὰρ “οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν”), ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵνα ᾖ ἄξυλος ῦλη ἐξ ἡς οὐδείς πω ἐξυλεύσατο, τουτέστιν ἀφʼ ἧς [*](5. πρέσβιν But semper] πρέσβυν 463, 12 in scholio m. secundae. 23. ἔχοι—ἕοι] *ἔχῃ— ἧν 26. *Πορφυρίου] om. 24. ἡ—πυρός] Eadem infra p. 27. “όμόξυλον] ὅξυλον)

463
ξύλον οὐδεὶς ἔκοψε. καὶ ἡ ἄκοιτις δὲ καὶ ἡ ἄλοχος, ὡς ἐμοὶ δοκεῖ. κυρίως ἡ παρθενικὴ λέγεται, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης, παρὸ καὶ λέγει “κουριδίης ἀλόχου,ʼ τῆς ἐκ παρθενίας, ἀλλʼ οὐ λέχους ἑτέρου μετασχούσης. λοιπὸν δʼ ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ἅσπερ κυρίως τὸ ἀλεξῆσαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ “ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε” (Il. 17, 223)· λοιπὸν δὲ ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν· καὶ τὸ ἀΐδηλον δὲ πῦρ οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιὸν, ἐξ οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτως γοῦν ἔφη “ σὺ δὲ κτείνεις ἀιδήλως” (Il. 21, 220). ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέξτος ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν. ἡ παραβολὴ οὖν πρὸς τὴν συνέ- χειαν τῶν πιπτόντων· τί δʼ ὀξύτερον ἢ εὐκινητότερον πυρός;

156. εἰλυφόων] σημαντικῶς τῷ ὀνόματι χρῆται· δηλοῖ γὰρ τὴν μετὰ ἑλίξεως καὶ περιστροφῆς τοῦ πυρὸς κίνησιν. εἰς ἐπίτασιν δὲ καὶ ἄνεμον ἐπιγενέσθαι φησίν.

157. πρόρριζοι] τῶν γὰρ ὑπογείων οὐ δύναται τοσοῦτον ἅπτεσθαι.

159. φευγόντων] τοῦτο γὰρ αἴτιον τῆς ἀσώστου αὐτῶν ἀπωλείας, ὅτι οὐδὲ ἀνθιστάμενοι ἀνῇρηντο.

162. γύπεσσιν πολὺ φίλτεροι] μάλα εὐπρεπῶς ἔφρασεν ὅτι φίλτεροι ἤσαν τοῖς γυψὶν ὅτε ἀπέθανον ἢ ταῖς γυναιξὶν ὅτε ἔζων. ἢ τοῖς μὲν γυψὶν ἔμελον, ταῖς δὲ γυναιξὶν οὔ.

163. ἀντὶ τοῦ ἔξω τῶν βελῶν. ἐντέχνως δὲ ἔχει καὶ ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει, τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Εκτορος. καλῶς οὖν τὸν Δία φησὶν αὐτὸν ἐξαγαγεῖν, ὡς εἴπερ παρῆν, ἀπέλαυσεν ἂν τοῦ δεινοῦ.

165. οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ σπευστικῶς εἵπετο.

170. * Σκαιάς τε πύλας] κατὰ τρεῖς τρόπους λέγονται Σκαιαὶ πύλαι, ἢ ἀπὸ Σκαιοῦ τοῦ δημιουργήσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται. σκαιὰ γὰρ τὰ ἀριστερὰ, ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν εἰπὼν “εἴτʼ ἐπὶ διξίʼ ἴοσι [*](11. *Εέξτος] σέᾶςοσ—217, et manu recentiore scriptos 28. Post hoc scholion sequitur nullis cum scholiis manus primae, folium 145 versus complexum 167 sed solis secundae.)

464
πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα” (Il. 12, 239). ἢ παρὰ τὸ σκαιῶς βεβουλεῦσθαι τοὺς Τρῶας· τὸν γὰρ δούριον ἵππον κατʼ αὐτὰς ἐδέξαντο.

183. * πιδηέσσης] πῖδαξ γίνεται παρὰ τὸ πιδῶ τὸ ἱδρῶ· ἱδρῶτα γὰρ τῆς γῆς οἱ φυσικοὶ τὰς πηγὰς λέγουσιν. ἢ ἐκ τοῦ πίνω πῖναξ καὶ πῖδαξ.

190. * μάρνασθαι] ἐκ τοῦ μάρνημι. τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω· ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.

* ὑσμίνην] ὑπομένῃ γίνεται ἐκ τοῦ ὑπομένω ὑπομονή, καὶ συγ- κοπῇ καὶ πλεονασμῷ τοῦ γίνεται ὑσμίνη· δεῖ γὰρ ὑπομονῆς ἐν τῷ πολέμῳ.

218. ἔσπετε νῦν μοι Μοῦσαι] ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας καλεῖ, ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκ- μαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.