Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

637. ἀμογητὶ ἄειρεν] τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροὶ, ἀλλʼ οί ἔμ- πειροι φέρουσι. διπλῶν γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίστου, οὐκ ἂν νέος ἀπεκίνησεν αὐτὸ τῆς τραπέζης, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ πῶς μὴ εἰδέναι· εἰ γὰρ οὐχ ὡς ἔδει αὐτὸ ἦρε, θραῦσιν ἂν ἠπείλησε· δίχειρα γὰρ δυσὶν ἀφ’ ἑκάστης χειρὸς δακτύλοις τῶν ὕτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπως.

639. Πραμνείῳ] οἱ μὲν μέλανι, οἱ δὲ γένος ἀμπέλου, οἱ δὲ αὐ- στηρῷ, οἱ δὲ πραΰνοντι τὸ μένος, οἱ δὲ μονίμῳ.

642. πολυκαγκέα] πολλὴν ἔχουσαν ξηρότητα· ὅθεν καὶ κάγκανα ξύλα.

645. ἀπὸ θρόνου ὥρτο] διὰ τὸν καιρόν. διδάσκει οὖν καὶ γέροντας νέοις εἴκειν πρὸς ὄφελος.

647. ἀναίνετο] προφασίζεται σπουδὴν, ἵνα καὶ μένων χαρίζοιτο καὶ μὴ μένων ἀνέγκλητος εἵη.

654. τάχα κεν καὶ ἀναίτιον] πρὸς τὸ νεμεσητός ]καὶ τοῦτο. ἐπι- τείνει δὲ αὐτοῦ τὸ θυμικὸν, ἵνʼ ἀναίτιος ῇ μὴ πειθόμενος.

656. τίπτε τʼ ἄρ’ ὧδʼ Ἀχιλεὺς] διὰ τί, φησὶν, οἰκτείρει τοὺς τετρωμένονς, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα [*](1. ἕκαστον] *ἕκαστον ἰοῦσαι (i.e. phyrii, quod Scor. aliique serva- 12. Ex scholio ampliore Por- 15. * πῶν εφορον] πανεύφορον)

483
ἐλεεῖ Ἀχιλλεὺς, μὴ εἰδὼς τὸ πᾶν; ὅτι δὲ ἐλεεῖ δῆλον ἐξ ὧν ἔπεμψε Πάτροκλον. πιθανῶς δὲ τῆς μὲν σπουδῆς αὐτὸν οὐ κωλύει, ἄρχεται δὲ λόγων, εἰδώς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς.

665. ἐσθλός] δυνατὸς ἤτοι δυνάμενος. οὔτε φιλίᾳ οὕτε ἐλέῳ δίδωσι χώραν. εὖ δὲ καὶ τὸ Ἀχαιῶν, ἀλλὰ μὴ Ἀγαμέμνονος· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.