Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

70. ἀλλὰ καὶ αὐτοί] πρὸς τὸ πρόθυμον τοῦ ἀδελφοῦ. καὶ ἔστι συμπαθὲς τὸ δύο βασιλεῖς οὕτως αὐτουργεῖν.

72. εὖ ἐπιτείλας] ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρη- μένους καὶ παραγγελθέντας στρατηγικῶς.

75. εὐνῇ ἔνι μαλακῇ] οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐτοῖς σώζει. μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι· τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι ὑπέστρωτο ῥινὸς βοός (155)· τὸν δὲ Ὀδυσσέα κατέκλινεν Εὔμαιος ὑποβαλὼν ῥῶπας καὶ δέρμα αἰγός (Od. 14, 49).

79. ἀφαιρεῖ τὰς προφάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάσσεσθαι προθυμία.

80. εἰς τὸ ἀγκῶνος ἡ διαστολή. λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ κεφα- λὴν ἐπαείρας.

82. τίς δʼ οὗτος] τετάρακται μέν· σκόπει δὲ τὴν προσοχὴν τοῦ γέροντος, ὃς οὐδὲ φθεγγομένου τοῦ Ἀγαμέμνονος ᾔσθετο καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτήσεως. ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν φροντίζουσιν· οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ.

85. φθέγγεο] ταρασσόμενός φησιν, εἰπὲ διʼ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθες· ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον.

87. ὦ Νέστορ Νηληϊάδη] ὃ προσέταξε τῷ Μενελάῳ, καὶ αὐτὸς ποιεῖ, πατρόθεν ἐκ γενεῆς αὐτὸν καλῶν.

88. ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, τὰς συμφορὰς παρατιθείς.

91. ὧδʼ] ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους δηλοῖ.

[*](3. σῷ] τῷ 5. φέροντες] φρένες)
426

94. ἀλαλύκτημαι] παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ τῶν στοιχείων ἐπιτετάρακται. φαντασία δέ τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας.

96. οὐδὲ σέ γʼ ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς τὸν ὕπνον τῷ γέροντι.

98. ἀδηκότες] ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. 6, 2).

100. περισσὸν τὸ τί. ἐξήλλαξε δὲ τὴν φράσιν· ἔδει γὰρ εἰπεῖν, μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, οἱ δὲ πολέμιοι ἀπροόπτως ἐπέλθωσιν.

104. οὔ θην Ἕκτορι πάντα] αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μετα- βολὰς ποιοῦσι. πιθανῶς μὲν οὖν νῦν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ, εὑρὼν βαθέως καθεύδοντα. δεῖ γὰρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαρασκεύαστος γίνοιτο.

108. ἐγείρομεν] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τὴν αἰτίαν τῆς Ἀχιλλέως ὀργῆς.