Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
547. διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος ἔκ- πληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος.
556. ῥεῖα θεός] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.
559. Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως ‘Ρῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. οὐδὲ ἐν τῇ ἀπελάσει δὲ τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν.
560. ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, εἰ μὴ ἄριστοι ἐτύγχανον.
561. πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων: δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατʼ ἐξο- χὴν ὑπεξεῖλεν.
*Πορφυρίου. πῶς εἰπὼν “ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα (494) πάλιν διηγούμενος [*](34. ∗ Ιορφυρίου] om.)
εἵλομεν] ἐκοινώνησε γὰρ καὶ αὐτὸς τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἤθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν, διὰ τὸ ὑπὸ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλλʼ εἵλομεν.
562. τόν ῥα διοπτῆρα] ὑπόνοιαν δίδωσιν ὅτι καὶ περὶ τῶν ἄλλων μεμάθηκε παρὰ Δόλωνος, σιωπᾷ δὲ διὰ τὸν καιρόν.
564. τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς περὶ τὰς ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ λυπηρὰ ὁπόσην τὰ ἡδέα.
568. Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ κατόρθωμα· ὁ δὲ δεισιδαί μων Ὀδυσσεὺς τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.
570. *ἔναρα μὲν πάντα τὰ ὅπλα περιεκτικῶς λέγονται, κυρίως δὲ ὅσα ἤγαγε καὶ συνήρμοσεν, ἤγουν ὁ θώραξ καὶ ἡ κυνέη καὶ αἱ κνημῖδες.
571. ὄφρ᾿] ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς, ἕως εὐπορήσαντες ἱερεῖα ἀναθῶσιν Ἀθηνᾷ. τὸ δὲ ἑτοιμασ αίατο ἀντὶ τοῦ ἑτοιμάσαιντο.
573. βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες, καὶ κοινὸν τὸ ἀμφί· τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶ καἰ τὸν λόφον.
[*](12. ιβ΄ addidit Vill.)576. * ἀσαμίνθους] λεκάνας, παρὰ τὸ τὴν ἄσαν ἤγουν τὸν ῥύπον μινύθειν, ὅ ἐστιν ἐλαττοῦν καὶ μειοῦν.
577. τὼ δὲ λοεσσαμένω] διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐξιέναι ἐπὶ τὸν πόλεμον.
578. δείπνῳ ἐφιζανέτην] κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες ἀνατιθέασι τὰ δῶρα, ὕστερον δὲ εὐωχοῦνται.