Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

480. δηλοῖ ὡς μᾶλλον ἐπιτηδειότερος ὡν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς Διομήδει παρέχει τὴν αἵρεσιν. εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν.

483. ἐπιστροφάδην] ἐπιστρέφων τὴν ὄψιν, ἵνα λάθῃ. ἢ τῇ καὶ τῇ, ὡς ἐπὶ Ἀχιλλέως· ὃ καὶ ἄμεινον. στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων.

*μετʼ ἐπιστροφῆς, ἐφʼ ἑκάτερα τὰ μέρη στρεφόμενος.

* ἐρτειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἀνδρὸς ἑνὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλί- νωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιενεχθέντος, καὶ μεταλαβόντες τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφά- νειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν καὶ ἐπιστατῶν.

485. ὡς δὲ λέων] οἰκεία ἐπʼ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο.

490. τὸν δʼ Ὀδυσεὺς] τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ “στείβοντες νέκυάς τε” (Il. 11, 534), ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς νεκρούς. δὶς δὲ τὸ τοῦ Ὀδυσσέως ἔλαβεν ὄνομα, σχῆμα κινῶν· ἐδύνατο γὰρ ἡ διάνοια καὶ ἅπαξ αὐτὸ ἔχειν

496. τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους· ὅταν γάρ τις νυκτὸς κακῷ τινὶ περιπέσῃ, φαμὲν ὅτι κακὸν ὄναρ εἴδεν ὁ δεῖνα.

499. σὺν δʼ ἤειρεν] συνέζευξεν αὐτοὺς τοῖς ἱμᾶσι. τουτέστι [*](1. Πορφυρίου] om. ἀναιρουμένων 4. ∗ἀντιφερίζων] ἀντιφέρων 29. *δίς] διὀ 15. ὃ καὶ ἔμεινον repetit post)

452
συνημμένους καὶ οὐ καθʼ ἕνα ἐξέφερεν, ὡς μὴ κατʼ ἰδίαν αὐτῶν εἰθισμένων ἡνιοχεῖσθαι. καὶ ἔστι μὲν νησιώτης, τῇ δὲ πείρᾳ οὐ δευτερεύει τινός.

500. ἐπεὶ οὐ μάστιγα φαεινήν] ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ὅμως ἀντʼ αὐτοῦ Ὀδυσσεὺς μἐμηχάνηται.

502. ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος, ὥστε μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι. οὐ γὰρ συμπαρ- εῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους.

503. αὐτὰρ ὁ μερμήριζε] φιλότιμος γὰρ ὡν καὶ νέος δυσαπαλ- λάκτως εἶχε τοῦ εὑρήματος.

505, 506. δύο εἰσὶ βουλαὶ, ἢ εἰς Θρᾶκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι· τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διήρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων ἀκίνδυνον ἦν σωθῆναι αὐτόν.

509. νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν, καὶ μὴ ἀπλήστως χρῆσθαι αὐταῖς. τοῦτον δʼ εἶχε τὸν νοῦν Ὀδυσσεύς· διὸ ῥοιζήσας καλεῖ Διομήδην.

510. οὐ μόνον διὰ τοῦ πεφοβημένος, ἀλλὰ καὶ διὰ τοῦ θεός ἐκδειματοῖ. τὸ δὲ ἄλλος ἐσήμανεν ὅτι καὶ αὐτὴ θεός ἐστιν.

513. κέλησι μὲν οὐδʼ ἐν τοῖς ἀγῶσιν εἰσάγει χρωμένους· νῦν δὲ διὰ τὴν χρείαν.

515. πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα· πεκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν· ἀλλʼ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ. δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ ταχέως. εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός.

519. Ῥήσου ἀνεψιόν] οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι τὸ δεινόν. οὐ μὴν δὲ θρήνους περιτίθησι, καίτοι εὐπορῶν, ἀλλʼ ἐν ἑτέρῳ μέρει τῆς ποιήσεως τηρεῖ αὐτοὺς ἐπὶ Ἕκτορι τεθνεῶτι.

522. ὀνόμηνεν] ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκπλητ- τομένοις.