Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
362. μεμηκώς] τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγωοί.
369. δουρὶ δʼ ἐπαίσσων] ὑπόνοιαν διδοὺς ὅτι βαλεῖαύτόν. ἐνεργείας [*](16. * ἀφεθέντος] ἀφέντος quod σχολαιτέρων esse potest. 17. *αἱ ἡμίονοι] αἱ om. 27. *εὐσταθές] εὐπαθές 20. * σχολαιοτέρων] σχολεταίρων,)
370. δουρὶ κιχήσομαι] οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφῆκεν; ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ἕτο ὡς ἀπειλῇ μόνῃ πεισθήσεται. ὑπόνοιαν δὲ αὐτῷ δίδωσιν ὡς οὐ βούλεται αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.
372. ἑκὼν δʼ ἡμάρτανε] ζῶντα γὰρ κρατῆσαι βούλεται πρὸς τὸ τῆς ἐπερωτήσεως χρήσιμον. ἔξεστι δὲ εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.
375. ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρα- κολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων, καὶ τοῖς ἐσχάτοις ἐξευτελίζων ὀνόμασι. τὸ δὲ βαμβαίνειν δηλοῖ τὸ ἱκεσίας καὶ λόγων ἀπορεῖν, καὶ δεδιότα ἵστασθαι, καὶ τρέμειν, καὶ ἀσαφῆ φωνὴν προιέναι ὑπὸ τοῦ φόβου. ἄραβος δὲ κυρίως ἡ ἐν τῷ ἄρει γινομένη βοή.
378. βαρβαρικὸν τὸ εὐθὺς περὶ ἑαυτοῦ διαλέγεσθαι, καὶ ἵνα ὡς ἀγενοῦς αὐτοῦ καταφρονήσαντες μὴ ταχὺ φονεύσωσιν.
382. Ὀδυσσεύς] ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἀπένειμε τάξιν. ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν, Ὀδυσσεύς.
387. ἐπίτηδες ἐνδόσιμον αὑτῷ καιρὸν φευσμάτων δίδωσιν, ὅπως αὐτοῦ δοκιμάσῃ τοὺς λόγους. τί γὰρ παρέτρεχε τοὺς νεκροὺς, εἴπερ σκυλεῦσαι θέλει;
390. ὑπὸ δʼ ἔτρεμε γυῖα] κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ ἀληθεύοι, σωτηρίας ἐλπίδα οὐχ ὁρᾷ. αἱ δὲ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς ψεύδη τραπῆναι.
391. πολλῇσίν μʼ ἄτῃσι] ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν αὐτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.
394. θοὴν] ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα σκότος γίνεται, ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγούμεθα. ἢ τὴν θετικήν· ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν.
[*](13. καὶ τρέμειν—βοἡ] Haec a m. 17. ἀγενοῦς] ἀγεννοῦς B, sed ν sec. addita. priore eraso. 14. *ὑπὸ] ὰπὸ)395. ἀνδρῶν δυσμενέων] ὑπομιμνήσκει τῆς ἔχθρας αὐτοὺς καθʼ Εκτορος, ἀναζωπυρῶν αὐτῶν τὸν θυμόν.
401. ἡ ῥά νύ τοι] δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχο- μένου τοσοῦτον αἰτιᾶται ἄνοιαν.
406. ποῦ-λίπες Ἕκτορα] καλῶς τοῦτο πυνθάνονται, ἵνα ἐγρηγο- ρότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, καθεύδοντος δὲ ἐπιχειρήσειαν αὐτὸν ἀνελεῖν.
407. ποῦ δέ οἱ ἔντεα] εἰκὸς γὰρ ἦν ὡς βασιλέα σκηνοποιεῖσθαι στρατηγικώτερον· ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ, τούτου χάριν ἐπερωτῶσιν.
δεῖ τὸ ἑστᾶσι τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν τὸ κε ῖται.
413. * Πορφυρίου. τὸ καταλέξω οὐκ ἔστιν ἀπλῶς ἐρῶ, ἀλλʼ εἰς τέλος τοῦ λόγου ἀφίξομαι καὶ καταλέξω. ταυτὸν γάρ ἐστι τῷ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (Il. 9, 56) καὶ “ἐπεὶ ὦ παιδὶ ἑκάστου πείρατʼ ἔειπεν” (Il. 23, 350). τὸ διεξελθεῖν οὖν τὸν λόγον μέχρι τοῦ ἀπολῆξαι.
415. στρατηγικῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμενοι λάθοιεν, μήτε εἰς τὴν πόλιν λόχος εἰσέλθῃ.
417. οὔτις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως. καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων.
418. πυρὸς ἐσχάραι] ἐσχάρα σημαίνει ε΄· τὴν πυρὰν, καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἡροκλεῖ (922), καὶ τὴν κυρίως λεγομένην.
ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι. οἱονεὶ ὅσοι εἰσὶν ἐθάδες Τρῶες, οὗτοι φυλάσσουσιν. ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος.
* Πορφυρίου. τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν [*](1. *κοθʼ] om. leiano cum lemmaate Πορφυρίου εἰς 13. * ορφυρίου] om. τὸ “ἐντm δὲ ξύλα πολλὰ λέγεσθε,ʼ 30. * Πορφυρίου] om. B. Scho- licet ex scholio ipso appareat ab lion hoc Porphyrii, τοῦ ποιητοῦ Torphyrio non huic versui ad- πολλάκις—δέχεσθε δέκεσθε in B et scriptum fuisse, sed 10, 418 “ἕσσαι codicibus Scorialensi et Harleiano γὰρ Τρώων πυρὸς ἐσχάραι,” ad quem totum est adscriptum ad 8, 509, versum recte rettulit Bekkerus, et in Scorialensi quidem et Har- quod partim confirmatur ipsius )
419. φυλασσέμεναί τε κέλονται] δῆλον ἐκ τούτου ὡς ἐξ ἐπιταγῆς ἡ φυλακή. ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθα τὸν γεγαμηκότα, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν. εὗ δὲ τὸ μὴ μόνον ἰδία ἕκαστον ἀγρυπνεῖν. ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ πλησίον ἐγείρηται.