Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
503. *ἀθανάτοισι] τὸ ἀθάνατον ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων οἱ φιλόσοφοι τάττουσιν. ὁ δὲ Πλάτων, ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν, ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει, διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατʼ οὐσίαν καὶ κατʼ ἐνέργειάν ἐστιν ἀμετάβλητον, τὴν δὲ ψυχὴν κατʼ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατʼ ἐνέργειαν. οὕτω δʼ ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι (ἐπὶ ὑποθέσει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι), προεγράφη ἐν τῷ περὶ πάθους· ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου ἁμαρτάνει· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλʼ ἐν ἕξει καὶ διαθέσει.
ὄνησα] πεφεισμένως ὠφέλειαν εἶπε τὴν τῆς ἀρχῆς σωτηρίαν· ὑπέμνησε μέντοι τῆς χάριτος, ἀλλʼ οὐκ ὠνείδισεν.
504. ἔνιοι μέν φασιν ὅτι καὶ λόγῳ ὤνησε τὸν Δία καὶ ἔργῳ, λόγῳ μὲν βοηθὸν ἐλθεῖν πείσασα τὸν Βριάρεων, ἔργῳ δὲ διὰ τὸ μηκέτι δεθῆναι. ἄμεινον δὲ φάσκειν ὅτι προσέθηκε τὸ λόγῳ καὶ μὴ γενό- μενον, ἵνα μὴ δοκῇ φανερῶς ὀνειδίζειν τὸ ἔργον.
505. τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων] εἰς ἔλεον ἐπάγει τὴν ἀωρίαν τοῦ παιδὸς οἰκτισαμένη, καὶ δεικνύουσα ὅτι βίου πολυ- χρονίου προκρίνας τιμὴν καὶ ταύτης συνεστέρηται. ἐν βραχεῖ δὲ πάντα πέφρασται. καλῶς δὲ οὐκ εἶπε τίμησον Ἀχιλλέα· ἀγωγὸν
εἰ ἐγὼ ἀλλοτρίους ὠφέλησα, πῶς οὐ δίκαιον ἐμὲ παρακαλεῖν ὑπὲρ τοῦ ἐμοῦ παιδὸς, καὶ ταῦτα ὑβρισθέντος καὶ δυστυχοῦντος; πλήρω- σον οὖν μοι τὴν αἴτησιν.
508. σύ περ] ἠθικὸν τὸ σύ· ὃν ἐκεῖνος ὕβρισε, σὺ μὴ ὑπερόψει.
509. τόφρα δʼ—] ἐλάχιστον ὁρίζει καιρὸν πρὸς πειθώ. κακῶς δὲ τὸ ἀναφορικόν. ἀλλαχοῦ δέ “ὄφρα μὲν ἠέλιος, τόφρα μάλʼ ἀμφο- τέρων βέλεʼ ἥπτετο” (Il. 16, 777).
510. ὀφέλλωσιν] αὐξήσωσιν αὐτὸν τῇ τιμῇ. εἰκότως δὲ τὸ τῆς τιμῆς ὄνομα πολλάκις ἀνακυκλεῖ. τοῖς γὰρ ἀγαθοῖς ἀνδράσι τιμὴ φίλον, ἀτιμία δʼ ἐχθρόν.
511. τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς] ὅτι μετʼ ἐπισκέ- ψεως ποιεῖσθαι τὰς ἀποκρίσεις δεῖ, ὅπου καὶ ὁ Ζεὺς σκέπτεται· ἅμα δὲ καὶ ὅτι περὶ πάσης ἐνθυμεῖται τῆς Ἰλιακῆς περικετείας. τὸ δὲ τί περιττόν.
512. ὡς ἥψατο γούνων] ὅσπερ, ἀναφορικῶς. διδάσκει δὲ ἡμᾶς ὁ ποιητὴς μὴ ἀποκάμνειν ἐν ταῖς ἱκεσίαις.
513. ὣς ἔχετʼ ἐμπεφυυῖα] οὕτως, ἀνταποδοτικῶς. ἐμφαντικὴ δὲ ἡ μεταφορὰ, ὥσπερ ἡνωμένης. διάστημα δὲ δίδωσιν, ἐπικλῶσα αὐτὸν εἰς ἔλεον τῷ σχήματι καὶ τῷ λόγῳ.
εἴρετο] ἔλεγεν· “εἴροντο δὲ κήδεʼ ἑκάστη” (Od. 11, 542).
51. ἐπεὶ οὔ τοι ἔπι δέος] ἐπεί σύνδεσμος, ἔπι πρόθεσις ἀναστρα- φεῖσα. οὐδένα φοβῇ ἀρνήσασθαι καὶ συγκαταθέσθαι. τοῦτο δὲ δυσωπητικόν· καὶ ὅτι ὁ τηλικαύτην ὀφειλήσας χάριν οὐδὲ τὴν τυχοῦ- σαν χαριεῖται.
516. ἀτιμοτάτη θεός εἰμι] ἣν ἔδει καὶ λίαν τιμιωτάτην εἶναι παρὰ σοί. πιθανῶς δὲ οὐκ εἶπεν ὅσον ἀχάριστος περὶ πάντας εἶ, ἑαυτὴν δὲ ἀτιμοτάτην ἔσεσθαι.
517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους· ἢ μεγάλως ἀχθεσθεὶς, παρὰ τὸ ἄχθος. ἐντέχνως δὲ ηὔξησε τὴν χάριν, διʼ αὐτὴν φάσκων τὴν εἰς τοὺς φιλτάτους παρορᾶν τιμήν.
519. Ἥρῃ, ὅτʼ ἄν μʼ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρη κατʼ εὐθεῖάν [*](4. * ἐμοῦ] om. 22. *εἴρετο] om. B, qui reliqua 8. *ἀμφοτέρων βέλεʼ ἥπτετο] om. scholio praecedenti adiungit. 15. καὶ] om. *δὲ] δέ ἑ)
520. αὕτως] μάτην, ψευδῶς, ἐμοῦ μὴ ταῖς ἀληθείαις ἐπικουροῦν- τος αὐτοῖς. ἄκρως δὲ γυναικεῖον ἦθος ἐξέθετο· ὑποπτεύουσι γὰρ ἅπαντα, καὶ τοῖς ἀνδράσιν ὀνειδίζουσιν ὡς οὐ πράττουσι τὰ αὐταῖς κεχαρισμένα.
523. ταῦτα μελήσεται] μελήσει δέ μοι πῶς ταῦτα τελέσω. τῆς δωρεᾶς δὲ ἐμφήνας τὸ μέγεθος, ὅτι τε τῇ γυναικὶ προσκρούσει διʼ αὐτὴν, ὅμως ἐπὶ τέλει ἐπινεύει, διδάσκοντος τοῦ ποιητοῦ ὡς μέγιστόν ἐστιν ἀποδιδόναι χάριν ὀφείλοντα.
524. κεφαλῇ] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν περὶ καρ- δίαν (“κραδίη δέ οἱ ἔνδον ὑλάκτει Od. 20, 13), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ. “ἧπαρ ἔκειρον” (Od. 11, 578).
*Πορφυρίου. διὰ τί ὑποσχόμενος ὁ Ζεὺς τῇ Θέτιδι ἐπικρατεστέ- ρους ποιῆσαι τοὺς Τρῶας οὐκ εὐθὺς τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον ἐπιτρέψας τῶν Τρώων γενέσθαι, ὡς εἰπεῖν τὸν ποιητὴν “ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλ- κείῃσι δαμέντες” (Il. 6, 73), τότε τῇ ὑποσχέσει προστίθεται; ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν Τρώων συγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺς παραβάντας ἠξίωσεν καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων ὡς εἰς ἀπόγνωσιν τῶν πραγμάτων ἀφικέσθαι καὶ βουλὰς τοῦ δεῖν ἀποδοῦναι τὴν Ἑλένην. τότε λυσάντων τῶν Ἑλλήνων τὴν παράβασιν ἐκ τοῦ μὴ δέξασθαι τὰ πεμφθέντα ἐκ τῆς Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτως. “ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, οὗ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅσ᾿ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾿, ὡς πρὶν ὤφελλ᾿ ἀπολέσθαι, ἂψ ἐθέλει δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι, κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησι δώσειν· ἦ μὴν Τρῶές γε κέλονται” (Il. 7, 386–393). τοιαύτης γὰρ πρεσβείας ἀφιγμένης προστίθησιν ὁ Διομήδης “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω, μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός [*](1. ἐρέθῃσιν] *ἐρεθίσ dio πρ΄ expressum, de quo dixi in 5. * πράττουσι] πράττοντας annotatione ad p. 1, 1. 8. δι᾿] * δοὺς 22. ἀποδοῦναι Cobetus] ἀπογνῶσι 14. Πορφυρίου] Nomen compen-)
526. ταῦτα παιδευτικὰ πρὸς πίστιν. τὰς δὲ αἰτίας εἶπε διʼ ἃς οὐ τελοῦμεν τὰς ὑποσχέσεις, ἢ μετανοήσαντες, ὅπερ δηλοῖ τὸ παλιν- άγρετον ἤτοι τὸ εὐμετάτρεπτον· ἢ παραλογιζόμενοι τοὺς δεηθέντας, ὅπερ ἐν τῷ ἀπατηλόν νοεῖται· ἢ οὐ δυνηθέντες ἐκτελεῖν τὰς ὑποσχέ- σεις, ὅπερ εἶχε τὸ ἀτελεύτητον.
528. κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε] ἐπένευσε ταῖς ὀφρύσι· μέρος γὰρ καὶ αὗται τῆς κεφαλῆς. κυάνεαι δὲ αἱ μέλαιναι καὶ αἱ κατα- πληκτικαί.
530. μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον] κατὰ συλλογισμὸν ὁ ἔπαινος· οἷος γάρ ἐστιν ἐδήλωσε, καὶ ὅτι νεύματι τὸν Ὄλυμπον κινεῖ. περὶ δὲ τῆς Ἥρας μετριώτερον· “σείσατο δʼ ἐνὶ θρόνῳ, ἐλέλιξε δὲ [*](9. λύσιν Cobetus] λῆσιν 35. *σείσατο] εἴσατο)
531. διέτμαγεν] διεχωρίσθησαν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τεμνο- μένων σωμάτων.