Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

164. ἀγανοῖς προσηνέσι, πράοις

ἐρήτυε κάτεχε, κώλυε

165. ἀμφιελίσσας εἰς ἑκάτερα τὰ πλευρὰ στρεφομένας

167. καρήνων ἀκρωτηρίων

169. Διὶ μῆτιν ἀτάλαντον τῷ Διὶ τὴν εὐβουλίαν ἴσον

170. ἐῦσσέλμοιο εὐκαθέδρου

ἐπεί μιν ἄχος ἐπειδὴ αὑτὸν λύπη

173. διογενὲς Λαερτιάδη, πολυμήχανʼ εὐγενέστατε Λαέρτου παῖ, πολύτεχνε

179. μηδέ τʼ ἐρώει μηδὲ συγχώρει

180. σοῖς δʼ ἀγανοῖς καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμου.

182. ξυνέηκε συνῆκεν, ήκουσεν

183. ἀπὸ δὲ χλαῖναν βάλε διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν ὑπὸ τοῦ πλήθους τῶν ἱματίων

184. ὅς οἱ ὀπήδει ὅστις αὐτῷ ἠκολούθει

312

188. κιχείη καταλάβοι

189. ἐρητύσασκε κατεῖχεν, ἐκώλυεν

190. δαιμόνιʼ βέλτιστε

δειδίσσεσθαι εὐλαβεῖσθαι, φοβεῖσθαι

191. κάθησο καθοῦ ἵδρυε καθέζsσθαι κέλευε

192. σάφα σαφῶς, ἀκριβῶς οἷος νόος ἀντὶ τοῦ οὺκ οἴδαμεν τί βουλόμενος περὶ φυγῆς ἡμῖν λέγει