Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

537. ἐπισσώτρων τὰ ἐκτὸς τῶν τροχῶν ἐπὶ τὴν γῆν κυλιόμενα

538. ἀνδρόμεον τὸν τῶν ἀνδρῶν

539. μίνυνθα δὲ χάζετο δουρός ἵνα εὐκόλως τῷ δόρατι χρήσηται

546. τρέσσε διὰ δέος ὑπεχώρησεν 547. ἀμείβων ἀλλάσσων

549. ἐσσεύαντο ἐδίωκον

550. πῖαρ κάλλιστον, οἱονεὶ λιπαρόν

551. κρειῶν ἐρατίζων κρεῶν ἐρῶν, ἐπιθυμῶν

552. ἰθύει ἐπʼ εὐθείας ὁρμᾷ πρήσσει ἀνύει ἄκοντες δόρατα

554. δεταί λαμπάδες παρὰ τὸ δέω τὸ δεσμεύω ἐσσύμενός περ καίτοι προθυμούμενος