Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

198. ἐσσεύαιτο ὁρμὴν λάβοι· ἀπὸ δὲ τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ ὕλη. ἄλλοι δὲ ὕλην τε σεύαιντο ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.

*ἐν ἄλλῳ ὕλη τε σεύαιτο. οὕτως δὲ ἔξω τοῦ ν ὕλη.

200. δυσαέος οὐκ ἀεὶ, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν δυσαὴς, θέρους δὲ προσηνής.

205. *αὖθι γρ. αὖτις.

206. *ἐς γαῖαν γρ. ἐς δῆμον, ὡς αἱ ἀπὸ τῶν πόλεων.

217. βαλλον τῷ πνεύματι ἔβαλλον.

219. *ἑλών ἐν ἄλλῳ ἔχων.

221. ὅτι δωδεκασύλλαβος καὶ ἐκ σπονδείων.

223. νυμφίου δηλοῖ ἡ λέξις ἐνταῦθα καὶ τὸν ἤδη πατέρα παίδων· “νυμφίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).

224, 225. βραχὺ διασταλτέον καίων, πυρκαϊήν· μᾶλλον γὰρ οὕτως ἐμφαίνει.

226. φόως ἐρέων ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγελῶν. τοῦτο δέ ἐστι προσημαίνων· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ, ἀλλὰ δʼ ἐπιτολῆς.

[*](7. Lacunam Friedl. indicavit 8. τὸ τοὺς] τούτους sic fortasse explendam ἐσθλοὺς, 15. τὸ ὕλη. ἄλλοι δὲ ὕλην τε τοῖς ἄνω συνάπτοντες τοῦτον τὸν στίχον, σεύαιντο ἀντὶ Cobetus] τὸ ὕλη τʼ πάλιν ἀντὶ τοῦ τούτους τὸ τοὺς κείσεται· ἐσσεύαιτο ἀντὶ—. ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ἔσται— 18. χειμῶνος] χειμῶνι)
256

ἑωσφόρος ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ, ὃς καὶ ἕσπερος καλεῖται. οὗτος δέ ἐστιν ὁ τῆς Ἀφροδίτης.

232. κλίνθη κεκμηὼς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν. τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος.

243. δημῷ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι.

244. * θείομεν ὅτι συνέσταλκεν ἀντὶ τοῦ θείωμεν· καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, οἷον πορεύομαι.

*ἐν ἄλλῳ αὐτὸς ἰών.

245. *ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν.

248. δεύτεροι ὕστεροι. καὶ “δεύτατος ἦλθεν” (Il. 19, 51) ἀντὶ τοῦ ἔσχατος.

251. *τέφρη ἐν ἄλλῳ κάππεσεν ὕλη.

254. λιτί ὡς φωτί. οὕτως καὶ Ἀρίσταρχος. πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπʼ ὀνομάτων εἰς τῑ λήγουσα ὀξύνεται, χρωτί δαιτί Κρητί. οὕτως οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατʼ ὀξεῖαν τάσιν ἀναγινώσκειν· “νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας.” οὕτως οὖν καὶ λιτί, ἴνα ᾖ μεταπλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλασται ἐκ τῆς λιτὸν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς ᾱ λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά κατʼ ἀόριστον προφοράν.

256. χυτήν ὅτι οὐ πᾶσα γῆ χυτὴ, ἀλλ᾿ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.

262. *ποδώκεσιν βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ αὐτοῦ.

263. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύμονα ἔργα. καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδʼ ὠτώεντα τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ φορητά.