Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

58. οἱ μὲν ακκείοντες τι σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων.

59. Πηλείδης ἐπὶ θινί πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

61. *κλύζεσκὁν διχῶς.

[*](5. καὶ ἐν] καὶ εἰ 14. σημείωσαι] Hoc non est Ari-)[*](7. *ταύτην] τοῦτο stonici.)[*](3. κινητικὴ] κινητικὸν 21. ἀπόμοσιν Bekkerus] ἀπόδοσιν)
250

63. *νήδυμος ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα.

64.*ὅτι θηλυκῶς τὴν Ἴλιον.

65. Πατροκλῆος ὅτι ἀπʼ εὐθείας τῆς ὁ Πατροκλῆς, καὶ τὸ δειλοῖο δειλαίου. ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος. ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενέσθαι δογματίζει.

70. ἀκήδεις ἄμεινον βαρύνειν ὡς ἐνόεις, τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ ἤκουσα ἄκουσα, οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις.

71. ὅτι λείπει τὸ ἵνα ἢ ὅπως· τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται προσδίδοσθαι.

73. οὐδέ με ἀπόλυτός ἐστιν ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶς ἀναγνωστέον. ἡ διπλῆ δὲ, ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς, καὶ μὴ ἐπιμισγομένας ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετούμενα ἐν τῇ νεκυίᾳ.

75. λοφύρομαι ὅτι τὸ ἵνα λείπει, καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι.

76. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε ἀντὶ τοῦ λαχεῖν ποιήσετε. παρὰ δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται.

77. *οὐ μὲν γάρ γρ οὐ γὰρ ἔτι.

οὐ μὲν γὰρ ζωοί γε ἔν τισι τῶν πολιτικῶν οὐ γὰρ ἔτι ζωοί γε.

79. λάχε ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφε δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός. ὅθεν Ζηνόδοτος ὁ Κρατήτειος Χαλδαῖον τὸν Ὅμηρόν φησιν.

81. εὐηγενέων ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους εὐηφενέων διὰ τοῦ φ, εὖ τῷ ἀφένῳ χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς γλώτταις.

83. μὴ ἐμά τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ τίθει.

[*](12. λείπει τὸ ἵνα ἢ ὅπως] Fefellit περῆσαι. Aristarchum vetus scripturae 16. ἐν] om. vitium θάπτε με ὅττι τάχιστα πύλας 26. Κρατήτειος] κρατήτ? Ἀΐδαο περήσω, quod correxit Cobetus 28. Κλέαρχος] Κλείταρχος Sehweig- Var. Lect. p. 633 θάπτε μʼ, ὅπως haeuserus in Indice in Athenaeum ὤκιστα πύλας Ἀΐδαο περήσω, quod p. 80. V. Mayhoff. de Rhiani stud. legerat Theognis quum scriberet Homer. (Dresdae 1870) p.26. φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀΐδαο)
251

84. *γρ. ἐτράφημεν.

87. * τοῦτον Κλεισώνυμον Φερεκύδης ἱστορεῖ.

88. ἀμφʼ ἀστραγάλοισι χολωθείς αἱ πλείους τῶν κατὰ ἄνδρα ἀμφʼ ἀστραγάλῃσιν ἐρύσας· καὶ ἔστιν Ἰωνικώτερον. “ἀστραγάλαι δʼ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί” Ἀνακρέων.

*ὅτι ἅπαξ τῆς διὰ τῶν ἀστραγάλων παιδιᾶς μέμνηται.

90. ἔτραφέ τʼ ἔτρεφέ τʼ margo rec.

91. *ὅτι ἅπαξ ἡ σορός.

ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ “καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκε” (Il. 24, 795), πρὸς τί καὶ ἀμφιφορῆα, μετενήνεκται οὖν ἐκ τῆς δευτέρας νεκυίας (Od. 24, 74). --- φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον.