Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

377. τὰς δὲ μετʼ ἐξέφερον οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέσος ὁ δέ.

383. δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἄπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως φορεούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρὶ, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι, διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος, διὰ τὸ ἐρασθῆναι Ἀδμήτου.

385. * χωομένοιο ὅτι ἀντὶ τοῦ συγκεχυμένου.

[*](3. παρὰ τοῖς κυκλικοῖς] Vid. 13. προσκειμένου] προκειμένου Clinton. Fast. Hell. vol. 1 p. 352. 14. μεμνῇτο] μέμνηται)[*](4. στίχων Cobetus] στίχον. 22. αἱ πλείους] οὕτως Ἀρίσταρχος· Addit Cobetus διὸ παράκειται ὁ ἀστε- αἱ δὲ πλείους Bekkerus. ῥίσκος. 27. Πιερίῃ θρέψ᾿] πειερίῃ θρέψατ᾿)
261

387. οἱ δέ οἱ ὁ Ἀσκαλωνίτης ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλάφθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι εὐλαβηθέντες, ὧν ἐστὶ καὶ Ἀρίσταρχος, τῷ τὴν οἱ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι, ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλʼ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ “οἱ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην” (500), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.

391. κοτέουσʼ ἐβεβήκει γρ. κοτέουσα βεβήκει. margo ext.

403. * ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία χωρὶς τοῦ ν.

405, 406. ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον οἶδεν ὁ Ἀντίλοχος: καὶ τὸ τοῦ Τυδείδεω ἵπποισι δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος.

407. τὸ ἑξῆς κιχάνετε καρπαλίμως. τὰ δὲ ἄλλα διὰ μήσου.

408. ὅτι σφῶϊν ὑμῖν ἢ ὑμῶν. ἄνω δὲ “ἔμβητον καὶ σφῶϊ τιταίνετον” (403) ἀντὶ τοῦ ἔμβητε ὑμεῖς.

411. οὐ σφῶϊν κομιδή ἔν τισι βιοτή. ἡ διπλῆ δὲ πρὸς τὸ σφῶϊν ὅτι ὑμῖν.

413. ἀποκηδήσαντε ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ ὑμεῖς.

414. ἐφομαρτεῖτον διχῶς ἀλλʼ ἐφαμαρτεῖτον.

419. βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος παρʼ Ἀριστοφάνει (Av. 1131) “ὦ Πόσειδον τοῦ μάκρους” βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· “στείνει ἐν αἰνοτάτῳ” (Il. 8, 476).

420. ῥωχμὸς ἔην ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ δʼ διὰ τοῦ γ φησὶ ῥωγμός. ῥωγμὸς δέ ἐστι τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος.

422. *τῇ Ἀρίσταρχος χωρὶς τοῦ τ ᾗ ῥʼ εἶχεν.

ἁματροχιάς δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως τῷ φυταλιάς.

[*](5. τὴν οἷ] τήν ὅς Lehrsius, deleto 19. σφῶϊν Cobetus] σφῶϊ ὀρθοτονουμένην ὑμῖν Friedl.] οὐχ ὑμῖν)[*](10. γρ.] om. 22. Conf. schol. ad 12, 412.)[*](13. ἵπποισι] περισσόν· καὶ γὰρ 25. ὦ Πόσειδον τοῦ μάκρους ad- ὅνευ τούτου addit Frierdl. didit Bekkerus.)
262

424. *παρακλίνας ἐν ἄλλῳ παρακλινθείς.

431. πρὸς τὸ σχῆμα, ὅτι οὖρα πέλονται καὶ οὐ πέλεται.

433. *αἱ δʼ αἱ τοῦ Μενελάου.

440. φάμεν παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον, τὴν φᾶ συλλαβὴν ὀξύνοντας.

454. τὸ μὲν ἄλλο τόσον ὅτι οὕτως εἴωθε λέγειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ ὃς τὸ μὲν λοιπὸν σῶμα.