Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

115. ἕζετο χεῖρε πετάσσας ἀπογνοὺς κἂν τὸν σύντομον αἱρεῖται θάνατον.

121. * πτερόεντʼ ἀγόρευε γρ. ἔπεα πτερόεντα προσηύδα.

122. τὸ ἐνταυθοῖ περισπαστέον· ἔστι γὰρ ἀπὸ τοῦ ἐνταῦθα Ἀττικοῦ. οἱ δὲ ἐνταυθοῖ ἧσο· δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ ἡ κεῖσο γραφή.

* διχῶς, κεῖσο καὶ ἧσο.

* οὕτως διὰ τοῦ ν, ὠτειλήν, ἅπασαι.

123. ἀκηδέες ὡς εὐσεβέες, ἶνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες.

125. ὅτι τὸ εἴσω ἰσοδυναμεῖ τῷ εἰς, ἀντὶ τοῦ εἰς ἀλός.

126. πρὸς τὸ σημαινόμενον. Φιλητᾶς γὰρ καὶ Καλλίστρατος γράφουσι φρῖχ᾿ ὑπαλύξει, λέγοντες ὅτι οἱ πίονες τῶν ἰχθύων καὶ εὔτροφοι τὸ ψῦχος ὑπομένουσι καὶ οὐ φθείρονται. ὁ δὲ ποιητὴς οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα, ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· “οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ” [*](2. φησι] φασὶ 9. κἀμέ Bekkerus] με) [*](3. σοὶ] σῷ 14. ἔλη] εἴλη Cobetus.) [*](8. δείλη] δείλης)

215
(Il. 7, 63) καὶ “ὡς δʼ ὑπὸ φρικὸς Βορέης (Il. 23, 692). ἡμεῖς δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχʼ ὑπαίξει. τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθὺς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημὸν, πλοάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι, ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ (1, 396) “τῶν κέν τις τόδʼ ἔχῃσι,” ὃς ἔχοι ἄν.

μέλαιναν φρῖχʼ ὑπαίξει οὕτως ὑπαίξει Ἀρίσταρχος. τὸ γὰρ λεγόμενον εἶναι βούλεται τοιοῦτο· τῶν ἰχθύων τις κατὰ τὸ κῦμα θρώσκων, τουτέστι κολυμβῶν, ὑπὸ τὴν φρῖκα ἀΐξει, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸ λίπος· δεῖ γὰρ τὸν μέλλοντα ἰχθὺν φερομένου τινὸς γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω ὅς κε φάγῃσι.

* οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ὑπαλύξει.

127. * ὅς κε φάγῃσι ὅτι ἀντὶ τοῦ ὃς φάγοι ἄν.

128, * ὅτι θηλυκῶς τὴν Ἴλιον.

130. οὐδʼ ὑμῖν ποταμός περ Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων διὰ τί ὁ ποταμὸς ὀργίζεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· “Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, σὓς Ἀχιλεὺς ἐδάιζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν” (146)· καὶ τὸ δηθά ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει.

131. * ὅτι τὸ δηθά ἀντὶ τοῦ πολλάκις.

Ἀρίσταρχος πολεῖς. ἔνιοι δὲ πολεῖς. ἠθέτει δὲ αὐτοὺς Ἀριστοφάνης.

141. Πηλεγόνος ὡς Σαρπηδόνος· οὕτως καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ, φησὶν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρὸν. ἐπεί τοι ἐπιζητήσει τις διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν, ὡς ἐκ τῆς κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ὑπὲρ δύο συλλαβὰς [*](1. Βορέης] Legitur βορέω. usus est Eustath. p. 1310 extr.) [*](ἡμεῖς—πάχνην] Seclusit Lehrsius. 16. ὑπομνημάτων Bredonius ap.) [*](3. ὃς Lehrsius] ὡς Wolf. Prol. p. 221] ποιημάτων.) [*](4. πλοάζοντος] Requiritur πλωΐ- 29. ἐπιζητήσει Vill.] ἐπιζητήσειε ζοντος vel ἐπιπολάζοντος, quo verbo 31. λήγοντα] ἀρσενικὰ addit Lehrs.)

216
τότε μὲν θέλει ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνος Λαιστρυγόνος Πηλεγόνος, “Πηλεγόνων ἐλατῆρα,” ἀρηγών. λέγω δὲ ἐπὶ τοῦ συμμάχου ρσενικῶς· “ἀρηγόνος ἡμετέροιο.” οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται. Πηλεγόνος γὰρ, καὶ Πηλεγόνα ἡ αἰτιατική. “ὃς τέκε Πηλεγόνα” (v. 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνεται, Οὐκαλέγων Πελάγων Σαλάγγων· “μέσφα Σαλάγγωνος ποταμοῦ” (Apoll. Rh. 4, 337). τὸ δὲ καταπύγων, βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν, εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τό ἀπείρων.

142. ὀξυτονητέον τὸ Ἀκεσσαμενὸς, ἵνα ὄνομα γένηται. οὕτως δὲ ἔχει καὶ Δεξαμενός Τισαμενός.

143. * τῇ γάρ ῥα μίγη ἐν ἄλλῳ τῇ γάρ ῥʼ ἐμίγη.

146. * ὅτι λείπει ἡ περί πρόθεσις.

155. Παίονας ἄνδρας ὅτι ἕτερος οὗτος Παιόνων ἡγεμὼν, ὃν οὐ κατείλοχε διὰ τοῦ καταλόγου.

δολιχεγχέας ὡς εὐειδέας· παραιτητέον γὰρ τοὺς ἄλλως ἀνγινώσκοντας.

159, 160. τὸν δέ με φασί ὁ Ἀσκαλωνίτης ἐκ πλήρους λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ· εἰσὶ μέντοι οἳ ἀπολύτως ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (1, 215) “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι.” καὶ οὐδέν ἐστι τὸ κωλῦον.

160. γείνεσθαι ἐν ἄλλω γείνασθαι.

162. ὁ δʼ ἁμαρτῆ Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, ὃ ἐστιν ἅμα· διὸ καὶ χωρὶς τοῦ ῑ γράφει. ἐν δὲ τῇ Μασσαλιωτικῇ ὁ δʼ ἁμάρτῃ δούρασιν ἄμφω· καὶ λόγον ἔχει.

περισπαστέον καὶ σὺν τῷ ῑ γραπτέον κατὰ τὸν χαρακτῆρα· τῶν εἰς τη ληγόντων ἐπιρρημάτων· καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον, ἔχουσα τὸ ῑ.

163. περιδέξιος ἄμεινον συνθέτως ἀναγινώσκειν, ὡς ἐπιδέξιος καὶ ἀμφιδέξιος.

[*](3. Πηλεγόνος] Πηλάγονος Lehr- 4. δὲ Vill.] δὴ sius Herod. p. 319, secundum ἀρηγόνος ἡμετέροιο] Poetae ignoti Steph. Byz. s. v. Πηλαγονία. verba.)[*](Πηλεγόνων (Πηλαγόνων) ἐλατῆρα] 23. Hoc in marg. extr. Sunt Callimachi verba: v. Etym. 25. γράφει Cobetus] γράφεται M. s. h. v. In A Πηλεγόνον 26. ἁμάρτῆ] ἀμαρτῇ)
217

165. ῥῆξε σάκος ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἠθετημένους ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ (Il. 20, 268) “ἀλλὰ δύο μὲν ἔλασσε διὰ πτύχας.”

166. ὅτι ἀρχαϊκῶς πάλιν τὸν πῆχυν αὐτὸν ἔβαλεν, οὐχὶ τὸν πῆχυν αὐτοῦ. ὑπὸ μόνου δὲ τούτου ὁ Ἀχιλλεὺς τιτρώσκεται.