Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

290. ἀθετεῖται, ὅτι ἀπίθανον εἰς ἀνδρὸς μορφὴν ὡμοιωμένον λέγειν “ἐγὼ καὶ Παλλὰς Ἀθήνη·” τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ.

294. μὴ πρίν ἀφʼ ἑτέρας ἀρχῆς τοῦτο ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ παῦε.

296, 297. ἐπὶ τὸ φύγῃσι βέλτιον στίζειν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς σὺ δʼ Ἕκτορι, τοῦ ἀπαρεμφάτου ἴμεν πάλιν ἀντὶ προστακτικοῦ κειμένου τοῦ ἴθι. ἡ διπλῆ δὲ, ὅτι Εκτορι ἀντὶ τοῦ Ἕκτορος, καὶ φύγῃσιν ὃς ἂν φύγοι.

299. τὸ ἑξῆς αὐτὰρ ὁ βῆ ἐς πεδίον. τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον.

301. δαὶ κταμένων αἰζηῶν ἄμεινον κατὰ διάλυσιν, ὡς “ἄρηϊ κταμένῳ” (Il. 22, 72)· οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως.

303. * ἔσχεν Ἀρίσταρχος διὰ τοῦ ῑ ἴσχεν.

[*](1. τινι] ἐπιθετικῶς addit Bek- 25. * ἴμεν] om. kerus. 26. * Ἔκτορι] om.)[*](15. ἅπαξ] ἅπαξ ἐν Ἰλιάδι Friedl. 27. καὶ φύγῃσιν] καὶ ὅς κε φύγῃσιν qui hanc annotationem ad συφορβόν Cobetus. refert, ut Eustathius fecit. 31. κταμένῳ] κταμένων)
222

317. * τὰ τεύχεα καλά ὅτι ἀντὶ τοῦ τὰ καλὰ τεύχεα, ὡς “οὕνεκα τὸν Χρύσην” (Il. 1, 11).

318. ἰλύος τὸ ν ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος.

319. Ἀρίσταρχός φησι χεράδας καλεῖσθαι τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λίθους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας.

τὸ χέραδος, τοῦ χεράδους. φασί τινες οὐδέτερον. ἅπαξ δὲ εἴρηται παρὰ τῷ ποιητῇ. σημαίνει δὲ τὰς ψηφῖδας τῶν ποταμῶν, ἢ τὰς ἀκαθαρσίας.

ὅτι ἅπαξ τὸ χέραδος. ἔστι δὲ τὸ συναγόμενον ἐν τῇ ῥύσει πλῆθος ἰλύος καὶ ὀστράκων καὶ λίθων. φησὶ γοῦν “πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων” (Il. 21, 313).

εἰλύσω ἐὰν μὲν διὰ τῆς ει, εἰλύσω, δηλοῖ τὸ εἰλήσω, ἐὰν δὲ διὰ τοῦ ῑ τὸ σκεπάσω, ἀφανίσω, ἀντὶ τοῦ τῇ ἰλύι καλύψω. διχῶς οὖν.

320. ὅτι ἐπιστήσονται ἀντὶ τοῦ δυνήσονται. καὶ ἐν Ὀδυσσείᾳ (13, 207) “νῦν δʼ οὔτ᾿ ἄρ πη θέσθαι ἐπίσταμαι ἀντὶ τοῦ οὐ δύναμαι.

321. * Ἀρίσταρχος ἀνλέξαι διὰ τοῦ ν.

ἄσιν τὸ ἐν ὕδατι ξηρὸν, ἀπὸ τῆς ἄζης. οἱ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ Ἄσιον τὸν λειμῶνα ἤκουσαν.

323. τυμβοχοῆσʼ τὸ πλῆρες τυμβοχοῆσαί ἐστι· χυτοὺς γὰρ τοὺς τάφους. διὸ περισπαστέον τὸ η. οὕτως καὶ Ἀρίσταρχος. τοιοῦτον δέ ἐστιν, οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου. Κράτης μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο· καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι.

* ὅτι τὸ πλῆρές ἐστι τυμβοχοῆσαι· διὸ σημειοῦνταί τινες.

324. ἡ καὶ ἐπῶρτʼ Ἀχιλῆι κυκώμενος ὑψόσε θύων πρὸς τὴν ἔμφασιν.

[*](2. Χρύσην] Addere debebat verba 21. χυτοὺς—τάφους et τοιοῦτον— proxima ἠτίμασεν ἀρητῆρα. Post Χρύ- χώσεως τάφου seclusit Lehrsius. σην repetit novo scholio verba ὅτι 25. οἰνοχόης Bekkerus] οἰνοχόῃ ἀντὶ τοῦ τὰ καλά. Utrumque autem 28. ὑψόσε] om. scholion in marg. inter. legitur. θύων] θυίων)[*](8-10. Scholion manus recenti- πρὸς τήν ἔμφασιν] βραχὺ διασταλ- τέον ἐπὶ τὸ κυκώενος καὶ θύων πρὸς)[*](14. * εἰλήσω] εἰλύσω τὴν ἔμφασιν Cobetus.)[*](20. * δεῖσαν] διεῖσαν)
223

327. τὸ αἱρῶ περισπώμενον δασύνεται, σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον.

329. ἀποέρσειε Κυπρίων ἡ λέξις.

331. ὄρσεο υλλοπόδιον ἀθετεῖται ὅτι ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ φιλανθρωπευομένη καὶ λέγουσα ἐμὸν τέκος οὐκ ὤφειλεν ἀπὸ τοῦ ἐλαττώματος προσφωνεῖν. τὸ δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν, ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Il. 3, 182) γενόμενοι.

* ἐπὶ τὸ τέκος ὁ λόγος στίζει.

334. * ἀργεστᾶο Νότοιο τοῦ λεγομένου λευκονότου.

κἂν μὴ διαστείλωμὲν ἐπὶ τὸ εἴσομαι, τὸ ὑπερβατὸν νοεῖται· αὐτὰρ ἐγὼ εἴσομαι Ζεφύροιο καὶ Νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθεν.

335. ὅτι Ζηνόδοτος γράφει ὄρσασα. ἐκ δὲ τούτου φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι, καὶ τὸ ἥ κεν ἀπὸ Τρώων ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσονσα.

336. προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ ἀπαρέμφατον.

337. * ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον.