Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

362. στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ· καὶ γὰρ στίχες λέγει καὶ στίχας. τὸ δὲ εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύομαι.

ἀλλὰ μάλα πρὸς τὸ σημαινόμενον, ὅτι διʼ ὅλης τῆς τάξεως πορεύσομαι διʼ ἀνταίας ἀπʼ ἀρχῆς ἕως πέρατος.

371. *τῷ δʼ ἐγώ ἐν ἄλλῳ τοῦ δʼ ἐγώ.

372. εἰ πυρὶ χεῖρας πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν Ἰλιάδι συνεχῶς, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ.

ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.

373. *ἔγχεʼ ἄειραν γρ. ἔσταν Ἀχαιῶν.

375. Ἕκτορα εἶπε ὅτι ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς Ἕκτορα. καίτοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν, ἀλλὰ συνήθως παρέλιπε τὴν πρόθεσιν· “καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17 237).

378. ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς σχεδόν, οἷον σχέδην, ἐκ τοῦ σύνεγγυς.

384. ὅν ἔν τισι τῶν φαύλων ἀντιγράφων τόν διὰ τοῦ τ.

385. οὕτως Ὑδης διὰ τοῦ δ, τῆς Λυδίας Ὕλη δὲ τῆς Βοιωτίας.

386. *ἰθὺς μεμαῶτα σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα.

387. *πᾶσα ὅτι ἀντὶ τοῦ ὅλη.

388. *δούπησεν ὅτι ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.

[*](2 φέηκα Vill.] ἀφέηκα. 28. οὕτως] ὅτι Cobetus.)[*](13. δʼ ἀνταίας Vill.] διανταίαν. 29. * εὐθὺ] εὐθὺς διανταῖος vel διανταίως Friedl. 31. * παρακολουθοῦντος] ἀκολου-)[*](17. *ποικίλον] ἄγκυλον θοῦντος)[*](22. παρέλιπε Bekkerus] παρέ- *ἀντὶ τοῦ] om. λειπε)
207

389. κεῖσαι, Ὀτρυνδείδη ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ ὀνόματος καλεῖ.

390. ἔνθα δέ τοι θάνατος ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης. ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ “ἐνθάδε κʼ αὖθι μένων” (Od. 5, 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὁξεῖα.

391. Γυγαίῃ οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν, ἢ ἀπό τινος ἐγχωρίου ἥρωος, Γύγου καλουμένου.

395. *Δημολέοντα οὕτως Ἀρίσταρχος. τινὲς δὲ Δηϊλέοντα.

396. ἐσθλὸν λεξητῆρα ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπʼ αὐτὸν τὴν συναφὴν σύνδυο τῆς τε πρώτης καὶ δευτέρας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ τὸ ἐσθλόν καθʼ ἑαυτὸ εἶναι.