Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

329. Καύκωνες οἱ μὲν Τρωϊκὸν ἔθνος βάρβαρον, ἄλλοι δὲ Παφλαγονίας, οἱ δὲ τοὺς ἐπίκλην Καυνίους· ἡ δὲ Καῦνος πόλις παράλιος Λυδίας καὶ Καρίας.

331. *καί μιν φωνήσας παρὰ Ζηνοδότῳ καί μιν νεικείων παρὰ Ῥιανῷ τὸν καὶ νεικείων.

332. ἀτέοντα ἀφροντιστοῦντα, φρενοβλαβοῦντα· καὶ ἀτίζω τὸ μωραίνω.

οὕτως ἐν ἁπάσαις. ἀτέοντα ἀφροντιστοῦντα. Καλλίμαχος 'Μουσέων κεινὸς ἀνὴρ ἀτέει.” τὸ ἀτέοντα ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης συζυγίας τῶν περισπωμένων.

333. *ἐν ἄλλῳ ἀντίʼ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι.

334. σεῦ ὀρθοτονητέον τὴν ἀντωνυμίαν, ὡς ἐκεῖ (Il. 2, 27) “ὃς σεῦ ἄνευθεν ἐών.” ἔστι γὰρ καὶ ἀντιδιασταλτική.

346. τῷ δʼ ἐφέηκα ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν Αἰνείαν καὶ [*](7. ἐρύσεις Bekkerus] ἐρύσῃς 25. Μουσέων κεινὸς Heynius] μου-) [*](11. ἐνέσχηται Bekkerus] ἀνέσχηται καῖον κεῖνος) [*](18. παράλιος Bekkerus] πάραλος τῆς addidit Bekkerus.) [*](22, 23. Scholion manus recenti- 27. ἀντί᾿ Ἀχιλλῆος Vill.] αν τ oris in marg. scriptum. ἀχιλῆος) [*](ἀτέοντα οὕτως ἐν ἀπάσαις margo 31. In marg. inter. a m. rec. τῷ inter. ἐφέηκα.)

206
οὐκ ἐκ χειρὸς ἔτρωσεν, ὡς Ζηνόδοτος γράφει. λέγει γοῦν ῥητῶς ἐφέηκα.

356. δέ μοι ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν, τουτέστιν ἐγκλιτικήν.

357. τόσσους δʼ ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἐπεὶ, φησὶ, κατὰ δεῖξιν λέγεται καὶ τὸ “τοσσῆσδʼ ὑσμίνης” (359). Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου.

362. στιχός ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ· καὶ γὰρ στίχες λέγει καὶ στίχας. τὸ δὲ εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύομαι.

ἀλλὰ μάλα πρὸς τὸ σημαινόμενον, ὅτι διʼ ὅλης τῆς τάξεως πορεύσομαι διʼ ἀνταίας ἀπʼ ἀρχῆς ἕως πέρατος.

371. *τῷ δʼ ἐγώ ἐν ἄλλῳ τοῦ δʼ ἐγώ.

372. εἰ πυρὶ χεῖρας πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν Ἰλιάδι συνεχῶς, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ.

ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.

373. *ἔγχεʼ ἄειραν γρ. ἔσταν Ἀχαιῶν.

375. Ἕκτορα εἶπε ὅτι ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς Ἕκτορα. καίτοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν, ἀλλὰ συνήθως παρέλιπε τὴν πρόθεσιν· “καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17 237).

378. ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς σχεδόν, οἷον σχέδην, ἐκ τοῦ σύνεγγυς.

384. ὅν ἔν τισι τῶν φαύλων ἀντιγράφων τόν διὰ τοῦ τ.

385. οὕτως Ὑδης διὰ τοῦ δ, τῆς Λυδίας Ὕλη δὲ τῆς Βοιωτίας.

386. *ἰθὺς μεμαῶτα σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα.

387. *πᾶσα ὅτι ἀντὶ τοῦ ὅλη.

388. *δούπησεν ὅτι ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.

[*](2 φέηκα Vill.] ἀφέηκα. 28. οὕτως] ὅτι Cobetus.)[*](13. δʼ ἀνταίας Vill.] διανταίαν. 29. * εὐθὺ] εὐθὺς διανταῖος vel διανταίως Friedl. 31. * παρακολουθοῦντος] ἀκολου-)[*](17. *ποικίλον] ἄγκυλον θοῦντος)[*](22. παρέλιπε Bekkerus] παρέ- *ἀντὶ τοῦ] om. λειπε)
207

389. κεῖσαι, Ὀτρυνδείδη ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ ὀνόματος καλεῖ.