Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. μάχης ἀκόρητον ἐὰν πληθυντικῶς γράφηται ἀκόρητοι, συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης· ἐὰν δὲ ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται.

3. θρωσμῷ πεδίοιο ὑψηλῷ τόπῳ, ὅθεν καταθορεῖν καὶ πηδῆσαι ἔστιν. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περίμετρον, μεταξὺ Σιμοῦντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης, ὅπου καὶ αἱ θεαὶ κριθῆναι δοκοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν· ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ.

4. *Ζεὺς δὲ Θέμιστα ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν. *ὅτι ἀντὶ τοῦ Θέμιστι.

5. κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου τοῦτο βέλτιον τοῖς ἄνω προσνέμειν, ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. τὸ δὲ ἐξῆς ἐστὶ, κέλευσε κρατὸς ἀπʼ Οὐλύμποιο καλέσσαι. ἡ διπλῆ δὲ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος.

7. ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον, ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτατος ὑπάρχων.

[*](16. συνάψομεν] συνάψωμεν 21, *αἱ θεαὶ] αἱ om. 19. *τὴν] τὸ 25. συνάπτειν Vill.] συνάπτει)
193

8. αἵ τʼ ἄλσεα καλὰ νέμονται αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται, αἱ. δὲ ἐπὶ τῶν δένδρων ἁμαδρυάδες, αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναΐδες καὶ ὑδριάδες, καὶ τούτων αἱ μὲν κρηνίδες, αἱ δὲ ἐπιποταμίδες, αἱ δὲ ἐπὶ τῶν βοσκημάτων ἐπιμηλίδες, αἱ δὲ ἐπὶ τῶν ὀρῶν ὀρειάδες, καὶ ὅσαι τούτοις ὅμοιαι. ὁμοίως δὲ καὶ αἱ ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι.

11. ὅτι Ζηνόδοτος γράφει ἐφίζανον. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι, ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι. τινὲς δὲ γράφουσιν ἐνίδρανον, οἰηθέντες εἶναι τὰς καθέδρας.

*ἔνιοι ἐφίζανον.

12. * οὕτως διὰ τοῦ ι, τὸ ἰδυίῃσι· καὶ τέλειον τὸ ποίησε.

13. ὅτι Διὸς ἔνδον εἴρηκε τοπικὸν ἐπίρρημα, ἀντὶ τῆς ἐν προθέσεως· θέλει γὰρ εἰπεῖν ἐν Διὸς, ὡς (Il. 21, 145) “εἴσω ἁλὸς εὐρέα κόλπον.”

οὐδʼ Ἐνοσίχθων ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία φιλονεικίαν.

17. ἦ ἐρωτηματικὸς ὁ σύνδεσμος, καὶ ἅπαξ εἰλημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 171) “ἠὲ νέον μεθέπεις ἢ καὶ πατρώιός ἐσσι” (Od. 1, 175)· ἐν γὰρ ταῖς τοιαύταις συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται.

21. ὧν ἕνεκα ξυνάγειρα καὶ τοῦτο ἑκατέρωσε δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ τοῖς ἑξῆς, ὑποστίζομεν ἐπʼ αὐτό.

23. ἥμενος, ἔνθʼ ὁρόων τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται.

27. *ἕξουσι ἀντὶ τοῦ ἀνθέξουσιν.

28. *καὶ δέ τε Ἀρίσταρχος καὶ δέ τί μιν, διὰ τοῦ ι.

29. νῦν δʼ ὅτε δὴ καὶ θυμόν ὅτι λείπει ἡ περί, κατὰ θυμὸν περὶ ἑταίρου χολοῦται. τὸ δὲ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι.

[*](3. *ναΐδες] ναιάδες 22. ἐσσι] ἔση)[*](8. * στοαὶ] στωαὶ 27. *συνάπτειν] συντάττειν)[*](10. *οἰηθέντες εἶναι τὰς καθέδρας] 31. *λείπει ἡ περί] om.)[*](καθέδρας οἰηθέντες, omisso εἶναι τὰς)
194

30. ὑπὲρ μόρον Ἀριστοφάνης ὡς ὑπέρβιον, ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται, ὁμοίως πληθυντικῷ τῷ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος” (Il. 2, 155). καὶ ὃν τρόπον “οὐ μὲν καλὸν ἀτέμβειν” (Od. 21, 312) ἀντὶ τοῦ καλῶς ἐστὶ, καὶ τὸ πληθυντικὸν “οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο” (Il. 6, 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· “δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ” καὶ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος.” ἐντελῶς δὲ ἐν τῇ B περὶ τῆς προσῳδίας διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω, ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (1, 35), λέγω δὲ τὸ “ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον,” κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ “μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος (336), ὥσπερ ἤδη ἀπεφηνάμην.

35. * Ἀρίσταρχος κέκασται, οὐ διὰ τοῦ ο κέκαστο.

37. *ῥώοντο ἀραιαί ἐρρώννυντο αἱ ἀσθενεῖς.

40. ότι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα.

42. *τέως Ἀχαιοί ἐν ἄλλῳ τόφρα δʼ Ἀχαιοὶ μὲν μέγʼ ἐκύδανον.