Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

342. τέκνον ἐμόν ὅτι Ζηνόδοτος γράφει ἑοῖο. τοῦτο δὲ παρὰ τὸ πρόσωπόν ἐστιν.

ὅτι κατʼ ἀμφοτέρων τὸ στάξον, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή.

350. ἅρπῃ τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ. φιλεῖ δὲ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς τάρφεσιν, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς· οἰκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος εὐχερῶς ὅπη θέλει καταράσσει.

355. *αὐτὴ δέ ἐν ἄλλῳ αὐτὴ δʼ αὖ.

[*](29. συνάγῃ] συνάγει 31. * τὸν ἰκτῖνον] om. *φυλάττειν] om. 32. καταράσσει Eustath.] κατάρ-)[*](30. τάρφεσιν] *γάμφεσι ράσσει *ᾧ] ὡς)
190

357. ταρφειαί Ἀρίσταρχος ἀνέγνω ὡς πυκναί. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης· καὶ ἐπείσθη ἡ παράδοσις.

361. κραταιγύαλοι ὅτι οἱ κραταιοὶ κατὰ τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα. ἀπὸ δὲ μέρους οἱ ὅλοι κραταιοί· γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος.

365—368. τοῦ καὶ ὀδόντων μέν ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα, ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν. ὁ δὲ Σιδώνιος ἠθετηκέναι μὲν τὸ πρῶτόν φησιν αὐτοὺς τὸν Ἀρίσταρχον, ὕστερον δὲ περιελεῖν τοὺς ὀβελοὺς, ποιητικὸν νομίσαντα τὸ τοιοῦτο. ὁ μέντοι Ἀμμώνιος ἐν τῷ περὶ τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει, διπλῆν δὲ προσθετέον τῷ “δῦνʼ ἄχος ἄτλητον, ὁ δʼ ἄρα Τρωσὶ μενεαίνων,” ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει.

376. Ἀρίσταρχος τό τε καίεται.

380. ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετὰ ταῦτα ἐπὶ πᾶσι τὴν περικεφαλαίαν τίθησιν.

384. πειρήθη δʼ ἕο αὐτοῦ ὅτι Ζηνόδοτος γράφει ἑοῦ αὐτοῦ. συγχεῖ δὲ τὸ σύναρθρον ἀντὶ ἀπολελυμένου λαμβάνων. τὴν οἷ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης, καί φησι κεῖσθαι δοτικὴν ἀντὶ γενικῆς· οἱ δὲ βαρυτονοῦσιν. ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν εὑρέσθαι τὴν οἱ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ “οἱ δέ οἱ ἐβλάφθησαν” (Il. 23, 387)· ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ “νεῦσʼ ἐπὶ οἷ καλέσας” (Od. 17, 330) καὶ “προτὶ οἷ δὲ λαβὼν ἔντερα” (Il. 20, 418). οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει· ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δʼ ἕο αὐτοῦ.

*οὕτως ἕο αὐτοῦ αἱ Ἀριστάρχου. Ζηνόδοτος ἑοῦ αὐτοῦ.

386. οὕτως εὖτε Ἀρίσταρχος· συνέσταλται δὲ τὸ ἠΰτε, καὶ διὰ τοῦ ε εἴρηται. παρὰ δὲ Ἀριστοφάνει τῷ δʼ ὥστε. ἐν δὲ ταῖς ἀπὸ τῶν πόλεων τῷ δʼ αὖτε.

[*](4. ἀπὸ—κραταιοί] seclusit Lehr- αὐτῶν τοὺς ἀριθμοὺς sius. 10. νομίσαντα] νομίσαν)[*](9."αὐτοὺς τὸν Ἀρίσταρχον Bek- 31. Margo inter. Ἀρίσταρχος εὖτε kerus et Lehrsius Arist. p. 346] 33. τῷ] τῶν)
191

οὕτως γραπτέον, τῷ δʼ εὖτε, ἵνα ᾖ ὡσεὶ πτερὰ διὰ τὴν κουφότητα· ἔξωθεν δὲ τὸ ὥς. πρότερον δὲ γράφων ὁ Ἀρίσταρχος τῷ δʼ εὖτε, καὶ κατὰ συστολὴν δεχόμενος ἀντὶ τοῦ ἠΰτε, ὡς ἐπὶ τοῦ “εὖτʼ ὄρεος κορυφῇσι” (Il. 3, 10), μετέγραψεν ὕστερον τῷ δʼ αὖτε, ἐμφατικώτερον νομίσας εἶναι, ὑπακουομένου τοῦ ὡς, ὡς κἀκεῖ “καιροσέων δʼ ὀθονέων ἀπολείβεται” (Od. 7, 107).

387. ἐκ δʼ ἄρα σύριγγος ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ (Il. 16, 141) μετάκεινται. ἡ δὲ περιεστιγμένη διπλῆ, ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν, ἐπὶ δὲ Πατρόκλου ἠθέτηκεν. ἐκεῖ δὲ ἀναγκαίως λέγονται, ἵνα γνῶμεν διὰ τί οὐκ ἔλαβε τὴν μελίαν.

*οὐδὲ ἐν ταῖς ἄλλαις ἦσαν οἱ ἀθετούμενοι.

390. *τάμε καὶ πόρε Χείρων.

391. *ἐκ κορυφῆς οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.

392. * ὅτι τὸν Ἀλκιμέδοντα (Il. 16, 197) νῦν Ἄλκιμον λέγει.

393. * οὕτως διὰ τοῦ ὁ ζεύγνυον.

398. ἠλέκτωρ ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι εἰλούμενον, διὸ καὶ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησίν· ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατʼ ἐνεργείας τάσσει, ὡς τὸ σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ κοιμίζω, ὅθεν καὶ λέχος· “λέξον δή με τάχιστα” (Il. 24, 635).

400. σημειοῦνταί τινες ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185).

402. *Δαναῶν ἐν ἄλλῳ ἂψ λαῶν.

ὅτι δασυντέον τὸ ἑῶμεν· ἔστι γὰρ ἄδην ἔχωμεν, κορεσθῶμεν.

403. *αὐτοῦ γρ. λίπετʼ αὐτόθι.

405. ἤμυσε καρήατι παρέκλινε τὴν κεφαλὴν αὑτοῦ. ταχέως δὲ εἰς θάτερον μέρος ἔκλινε τὴν κεφαλὴν, παρεπιστρέψας εἰς τοὐπίσω ὡς προσβλέψων τῷ Ἀχιλλεῖ, μέλλων αὐτῷ διαλέγεσθαι.