Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

205. ἐς βρωτύν εἰς τὴν βρῶσιν. κατʼ ἔνια ἔξω τοῦ σ “ὑμεῖς δὲ βρωτύν.”

221. αἶψα δέ ὁ νοῦς οὗτος· ἐπὰν ὁ Ζεὺς τροπὴν δῷ τοῖς πολεμίοις, πολλὴ μὲν ἡ καλάμη γίνεται, τουτέστι πολλοὶ ἀναιρεθήσονται, ὁ δὲ ἄμητος ὀλίγος, τουτέστιν ὁ καιρὸς καθʼ ὃν ἀναιρεθήσονται· ἐν οὖν βραχεῖ καιρῷ πολλοὶ φονευθήσονται.

223. ἄμητος ὡς Μίλητος. ἄμητος ὁ καιρὸς, ἀμητός δὲ ὀξυτόνως ὁ καρπός.

225. γαστέρι ὁ νοῦς, εἰ μέλλομεν ἄσιτοι πενθεῖν τοὺς ἐν πολέμῳ ἀποθανόντας, ἀνήνυτον ἔσται. ἡ διπλῆ δὲ ὅτι οὐκ ἐν τῷ καθόλου, ἀλλὰ πρὸς τὸ παρὸν τοῦτό φησιν.

238. ὀπάσσατο διὰ φωνῆς ἐπεκρίνατο, συμπαρέλαβεν, ἢ ἀκολούθους ἔλαβεν.

254. ἀπὸ τρίχας ἀρξάμενος ἀπὸ τῶν τριχῶν τοῦ κάπρου.

262. οὔτʼ εὐνῆς ὡς οὔτε τῆς συνουσίας αὐτῆς χρήζων ἀφειλόμην οὔτε τινὸς ἄλλου.

273. ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν μὴ αἴτιον

189
τούτου μηδʼ αὐτὸν μηχανησάμενον τὸ γεγονὸς, ἢ ἀντὶ τῆς μεσότητος δύναται κεῖσθαι, ἀμηχάνως, οἷον ἀβουλεύτως.

276. αἰψηρήν ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροισθεῖσαν ἐκκλησίαν, ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν.

300. Πάτροκλον πρόφασιν ἐπὶ προφάσει τοῦ Πατρόκλου· οὐ γὰρ ἦσαν πειραθεῖσαι αὐτοῦ. ὁ νοῦς οὖν οὗτος, ὅτι αἱ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηίδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον, τῇ δὲ ἀληθεία ἑκάστη αὐτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.

314. φώνησέν τε ἀνέπεμψε τὴν φωνὴν ἀθρόαν.

316. λαρὸν παρὰ δεῖπνον ἔθηκας παρέθηκας δεῖπνον ἡδύ.

320. ἔνδον ἐόντων ἔνδον ὑπαρχόντων τῆς πόσεως δηλονότι καὶ τῆς τροφῆς.

327. εἴ που ἔτι ζώει γε καὶ Ἀριστοφάνης προηθέτει τὸν στίχον, ὥς φησι Καλλίστρατος. τό τε γὰρ ἐπὶ παιδὸς κομιδῇ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει, καὶ ταῦτα μηδὲ πόρρω τῆς Σκύρου κειμένης, ὕποπτον, τό τε θεοειδής ἀκαίρως προσέρριπται. τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον, εἴ που ἔτι ζώει γε Πυρῆς ἐμὸς, ὃν κατέλειπον.

331. *νηΐ γρ. σὺν νηΐ.

333. *οὕτως Ἀρίσταρχος δμῶας, ἔξω τοῦ ι.

335. ἀκάχησθαι προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παράδοσις.

342. τέκνον ἐμόν ὅτι Ζηνόδοτος γράφει ἑοῖο. τοῦτο δὲ παρὰ τὸ πρόσωπόν ἐστιν.

ὅτι κατʼ ἀμφοτέρων τὸ στάξον, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή.

350. ἅρπῃ τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ. φιλεῖ δὲ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς τάρφεσιν, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς· οἰκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος εὐχερῶς ὅπη θέλει καταράσσει.

355. *αὐτὴ δέ ἐν ἄλλῳ αὐτὴ δʼ αὖ.

[*](29. συνάγῃ] συνάγει 31. * τὸν ἰκτῖνον] om. *φυλάττειν] om. 32. καταράσσει Eustath.] κατάρ-)[*](30. τάρφεσιν] *γάμφεσι ράσσει *ᾧ] ὡς)
190