Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

425. χάλκεον ὅτι πρὸς τὸν Ὄλυμπον διέσταλται.

432. πλατὺν εἴρηκε τὸν Ἑλλήσποντον οὐχ ὅτι τοιοῦτος, ἀλλʼ ὅτι σύγκρισίς ἐστι τῶν κατὰ τὸν ναύσταθμον μερῶν πρὸς τὰ ἄλλα μέρη τοῦ Ἑλλησπόντου. τὰ γὰρ κατὰ τὸν ναύσταθμον πλατύτερά ἐστι τῶν διαστημάτων τῶν ἄλλων ἀπεστενωμένων. λέγει οὖν ἀντὶ τοῦ ἐπὶ τὰ πλατύτατα μέρη τοῦ Ἑλλησπόντου.

447. σημεῖον, ὅτι πᾶν μὲν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίᾳ, πλέον δὲ ὁ ἄνθρωπος.

460. τὸ χῆνας ἐπὶ τῶν Τρώων εἰς ἀπραξίαν αὐτοὺς διαβάλλων.

469. νηκερδέα ἐπισφαλῆ, ἀσύνετον· τὰ κέρδη γὰρ Ὅμηρος ἐπὶ τῶν συνετῶν τάσσει.

492. βοέῃς ὅτι καταχρηστικῶς τὰ Ἕκτορος ὅπλα βόεια εἶπεν, ἀλλʼ οὐκ ἐκ βυρσῶν βοείων· εἶχε γὰρ τὰ Ἀχιλλέως ἤδη. “τὰ μὲν Πηλείωνι θεοὶ δόσαν ἀγλαὰ δῶρα.” ἔστιν οὖν ὁ τρόπος συλληπτικός. εἰλυμένοι δὲ σκεπαζόμενοι ἀπὸ τοῦ κατειλῦσθαι.

514. ἐν ούνασι ἀπὸ μέρους· ἐν τῇ τῶν θεῶν δυνάμει.

523. πτιος πᾶν ζῷον πληγὲν εἰς τοὐπίσω ἀνακλᾶται· ταῦρος δὲ εἰς τοὔμπροσθεν φέρεται, διʼ ὃ οὕτως εἶπεν.

539. εθέηκα ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλου λύπης. ὁ δὲ λόγος, τὸ κῆρ ὀλίγον τι ἐπανῆκε τοῦ ἐπὶ Πατρόκλου ἄχους, καίπερ εὐτελῆ τινα ἀνελών.

551. ἓ τὴν ἓ ἀντωνυμίαν κατʼ ἰδίαν· οὐ γὰρ ἐπίσταται ὁ ποιητὴς σύνθετον ἀντωνυμίαν. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἑωυτήν.

564. ἐσεμάσσατο ἐλύπησεν, ἥψατο· μάσασθαι γὰρ τὸ ἅψασθαι· “χεῖρʼ ἐπιμασσάμενος” (Od. 9, 302.)

572. λαρόν ἀπολαυστικόν· διὰ τί; εὔθηκτος γὰρ καὶ ἀσθενέστατος ὁ ἀνθρώπου χρώς·. διʼ ὃ λαρὸν αὐτῇ τὸ αἷμα τοῦ ἀνθρώπου.

582. ὅτι Ζηνόδοτος γράφει Ἕκτορα δὲ φρένα δῖος Ἄρης ὄτρυνε μετελθών. πόθεν δὲ οὕτως ὁ Ἄρης ἐξαίφνης πάρεστι;

[*](13. διαβάλλων] μεταδιαβάλλων μένος—κατειλῆσθαι codex.)[*](32. φρένα] φρένας codex.)[*](19. εἰλυμένος—κατειλῦσθαι] εἰλημ-)
141

588. πρέποντας πολεμίῳ τοὺς λόγους περιτέθεικεν ὁ ποιητὴς, ἐπεί τοί γε οὐκ οἶδε δειλὸν τὸν Μενέλαον· βοὴν γὰρ ἀγαθὸν πανταχοῦ καλεῖ αὐτὸν, ὅ ἐστιν ἐν μάχῃ ἀνδρεῖον.

τὸ σημεῖον, ὅτι οὐχ ὡς τῷ ὄντι μαλθακοῦ αἰχμητοῦ ὄντος τοῦ Μενελάου ληπτέον, ἀλλὰ τὸ πρόσωπον πολέμιον ὃν εἰς διαβολὴν λέγει· ἀρηίφιλον γὰρ ὁ ποιητὴς αὐτὸν καλεῖ (Il. 3, 52).

594. ὅτι ἴδιον ὑποτίθεται τῆς αἰγίδος τὸ ἀνέμων ποιεῖν συστροφάς. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ καταιγίδες αἱ πνοαὶ αἱ κάτω ἀΐσσουσαι.

595. ὅτι Ζηνόδοτος γράφει γῆν δʼ ἐτίναξε· ταύτην γὰρ ἐπισείων ἀνέμους ποιεῖ. διὸ λέγει “αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιν” (Il. 4, 167). βραχὺ δὲ διασταλτέον ἐπὶ τὸν δέ· ἐπὶ γὰρ τῆς βροντῆς ἐπίτασις μάλα μεγάλʼ.

597. *φόβοιο ὅτι ἀντὶ τοῦ φυγῆς.

599. ὅτι τὸ ἐπιλίγδην μεσότητός ἐστιν· ἐπιψαύδην, ὅσον διʼ ἐπιπολῆς ψαῦσαι, μὴ εἰς βάθος. εἰ οὖν ἐπιλίγδην, πῶς “γράψεν δέ οἱ ὀστέον ἄχρις;” κατὰ βάθους γὰρ φαίνεται ἡ πληγὴ ἐπενηνεγμένη. ἀλλʼ ἐρεῖ Ὅμηρος, οὐκ ἐγὼ, ἀλλʼ ὁ τόπος εἰς ὃν κατηνέχθη ἡ πληγή· ἔστι γὰρ ἡ ὠμοπλάτη ἀσαρκοτάτη.

*καὶ ὅτι νῦν ἅπαξ καὶ ἐν Ὀδυσσείᾳ (22, 278) “λίγδην, ἄκρον δέ.”

602. Ἀλεκτρυόνος ὅτι οὐκ εἴρηται παρὰ τὸν ἀλεκτρυόνα τὸ ζῷον τὸ ὄνομα. οὐδέπω γὰρ ἔγνωστο.

603. * διὰ τοῦ ε αἱ Ἀριστάρχου ἔλπετο.