Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

228. *οὕτως Ἀρίσταρχος τό ῥα, διὰ τοῦ ἑνὸς ρ.

233. Ζεῦ ἄνα Δωδωναῖε ἐν χωρίῳ τῷ Ὑπερβορέῳ τῇ Δωδώνῃ τιμώμενε. Δωδῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν· δυσχείμερον δὲ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. τίς δέ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ τῶν τόπων ἐξ ὧν αὐτὸν [*](3. In marg. exter. ab alia 22. δόμον—εἴσω] δὠμαιο πἤ, re- maanu ἀποστροφὴ λόγου ἀπὸ τοῦ διη- liquis omissis. γηματικοῦ ἐπὶ τὸ μιμητικόν. 29. *Θεσσαλίας] θαλασσίας) [*](10. Κρατήτειος] κρατήτιος)

104
ἐπικαλεῖται οὕτως; Δευκαλίων μετὰ τὸν ἐπʼ αὐτοῦ γενόμενον κατακλυσμὸν παραγενόμενος εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐπὶ τῇ δρυΐ. πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης κατοικίζει τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων Δωδώνην τὴν χώραν προσηγόρευσεν. ἡ ἱστορία παρὰ Θρασυβούλω καὶ Ἀκεστοδώρῳ.

Πελασγικέ Πελασγία πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο, ἐξ οὗ Θαυμαστὸς καὶ ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ Πελασγοὶ κατῴκουν τὴν Δωδώνην, ἐκβληθέντες ἀπὸ Βοιωτίας ὑπὸ Αἰολέων.

234. Σελλοί Πίνδαρος Ἐλλοί χωρὶς τοῦ σ, ἀπὸ Ἑλλοῦ τοῦ δρυτόμου, φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον.

ἀμφὶ δὲ Σελλοί ὁ μὲν Πίνδαρος Ἑλλοὺς αὐτοὺς οἴεται. δεῖ δὲ ἀπὸ τοῦ σ ἄρχεσθαι τὴν λέξιν, ἀπὸ Σελλήεντος ποταμοῦ. ὀξύνεται δὲ τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ α μὴ προηγεῖται, ὀξύνεται. κιλλός εἶδὸς χρώματος (ἐν Στεφανοπώλισιν Εὐβούλου “εὔχρων τι κιλλὸν μανθάνεις θερίστριον ’), πολλός, κυλλός, Ἑλλός ἢ Σελλός (“ἀμφὶ δὲ Σελλοί”), σκελλός, φελλός τὸ προσηγορικόν. τὸ δὲ Τάλλος καὶ ἄλλος τὸ α ἔχει πρὸ τοῦ λ· ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται.

πρὸς τὸ τῆς γραφῆς ἀμφίβολον· οἱ μὲν γὰρ Σελλοὺς, οἱ δὲ Ἑλλοὺς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἔστιν ἐκ πλήρους Σελλοί· καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις, ἀφʼ οὗ εἰκὸς τοὺς παροίκους Σελλοὺς καλεῖσθαι.

235. ὑποφῆται ὑπομάντεις ἱερεῖς, ὅ ἐστι χρησμῳδοὶ, θεολόγοι, προφῆται· προφήτας γὰρ λέγουσι τοὺς περὶ τὰ χρηστήρια ἀσχολουμένους καὶ τὰς μαντείας τὰς γινομένας ὑπὸ τῶν ἱερέων ἐκφέροντας.

ἀνιπτόποδες ἤτοι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες, ταύτην ἔχοντες δίαιταν ὡς μηδὲ ἀπονίζεσθαι τοὺς πόδας διὰ τὸ μὴ παραδέξασθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολὴν, ἢ τοῦτο ἔκ τινος ἔθους ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες· ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελείας. τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ· διὸ οὔτε [*](7. ἐξ οὖ Θαυμιστὸς καὶ ὑπὸ] (Πελασγικὸς Bekkerus) ὡς ὑπὸ Scholion non integrum. In ed. 15. Στεφανοπώλισιν] στεφανοπο- Romana est ἐξ οὖ καὶ Πελασγὸς λίσιν)

105
ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δὲ ἐν ἱστορίαις φησὶν οὕτως κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος ἔθνος εἶναι τοὺς Ἑλλοὺς ἀπόγονον Τυρρηνῶν, καὶ διὰ πατρῷον ἔθος οὕτω τὸν Δία θρησκεύειν.

236. ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περὶ τῆς τῶν Ἀχαιῶν κακώσεως εὐχόμενος, οὐδὲ κατʼ εὐχὴν τετίμηται, ἀλλὰ διὰ τὰς τῆς Θέτιδος λιτάς. διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμέ· καθολικῶς γὰρ λέγει, καὶ οὐκ εἰς ἀφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος.

237. τιμήσας μὲν ἐμέ ὁ μὲν ὀβελὸς πρὸς τὴν προειρημένην ἀθέτησιν, ὁ δὲ ἀστερίσκος, ὅτι ἐκ τῆς τοῦ Χρύσου εὐχῆς (Il. 1, 454) μετενήνεκται.

239. * ὅτι νηῶν ἀγῶνι τῷ ἀθροίσματι καὶ ναυστάθμῳ.

243. ἐπίστηται ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἐπιστέαται. ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικά ἐστι, καὶ νῦν ἀνάλογον ἔξει τὸ ἐπιστέαται τῷ ἐπίστανται, ὅπερ οὐ συμφωνεῖ. ἔστιν οὖν ἀντὶ τοῦ ἐπίστατοι, καὶ μετείληπται τὸ α εἰς τὸ η.

245. *βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ σύνδεσμος.

248. τεύχεσί τε σὺν πᾶσι κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους. διὸ προ- περισπᾶται τὸ πᾶσι, σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπʼ εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς σύμπαντας· “τοῖς δʼ οὔτι δυνήσεαι ἀχνύμενος·” καὶ οὕτως ἀνεγνώσθη τὸ “σύμπασι Πυλίοισι” (Od. 3, 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστὶ, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ “τεύχεσί τε ξὺν πᾶσι” φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν.

252. * διχῶς γράφεται, καὶ σόον καὶ σάον.

254. *οὕτως ἀπέθηκε διὰ τοῦ α.

260. εἰνοδίοις ὅτι τὴν αὐτὴν διάνοιαν ἔχει τῷ ἑξῆς, καὶ ὑγιέ- στερον εἵρηται.

261. αἰεὶ κερτομέοντες ἀθετεῖται, ὅτι τὸ κερτομεῖν οὐ τίθησιν [*](8. εἰς addidit Lehrsius. lemmati εἴσεται ῆρα καὶ οἶος) [*](10. Praefixus est obelus cum 20. ἑταίρους—έταίροις Bekk.] έτέ- asterisco. ρους—έτέροις) [*](14. Diple περιεστιγμένη praefixa 32. ὅτι addidit Cobetus.)

106
ἐπὶ τοῦ διʼ ἔργων ἐρεθίζειν, ἀλλὰ διὰ λόγων. καὶ ὅτι διὰ τοῦ προειρημένου στίχου ταυτὸν εἴρηται. τὸ γὰρ εἰνοδίοις ταυτόν ἐστι τῷ ὁδῷ ἔπι οἰκίʼ ἔχοντας, καὶ τὸ ἐριδμαίνωσιν τῷ κερτομέοντας, καὶ τὸ ἀεί τῷ ἔθοντες, ἐξ ἔθους συνεχῶς ἐπιφοιτῶντες.

*ἠθείει καὶ Ἀριστοφάνης.

*Ἀρίσταρχος ἔχοντας διὰ τοῦ α, καὶ άπασαι.

262. *τιθεῖσι προπερισπᾶται· προείρηται δέ.

265. πρόσσω πᾶς πέτεται ὅτι πληθυντικῶς εἰπὼν “οἱ δʼ ἄλκιμον ἦτορ ἔχοντες” ἑνικὸν ἐπιφέρει “πᾶς πέτεται” διὰ τὸ τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εἶναι, μόνον δὲ τὸ σχῆμα ἑνικὸν, ὅμοιον τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166).

274. οὐδέν ὅτι τὸ δεν παρέλκεται· ἔστι γὰρ ὅτι τὸν ἄριστον τῶν Ἀχαιῶν οὐκ ἔτισεν.

281. ὅτι ἰδίως εἴρηκε φάλαγγες ἐλπόμενοι πρὸς τὸ νοητόν· σύστημα γὰρ ἀνδρῶν εἰσίν αἱ φάλαγγες. ἢ δεῖ τὴν πτῶσιν μεταλαβεῖν, ἐλπομένων.

290. * Ἀρίσταρχος Ἰακῶς ἀμφὶ φόβηθεν.

293. αἰθόμενον ἐν ἄλλῳ ἀκάματον.