Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

225. * οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρχου.

226. * ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει.

[*](3. ἦν —ως Lehrsius] οὖ—ος 21. ἀκούσιον φόνον δράσας] *Ἄτιν)[*](6. εὑθείος] Addit χροος άμεναι ἀκουσίως τὸν Φορωνέως ἀνελών.)[*]((sic) ἀνδρομα, quae delevit Vill. 24. *Κούρης καὶ Καλυδὼν] om.)[*](12. Ἀθηναίων ViIl.] ἀθηιαῖον 25. *οὕτω Δηίμαχος] om.)[*](15. κύψεν ἄρʼ] κόψενὰρ 27. ᾦ τε] ὅτε. Conf. p. 6, 30.)
13

227. * υἷας Ἀχαιῶε γράφεται καὶ ἐνθάδʼ Ἀχαιούς.

229. ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς τὸ “ζαχρηεῖς τελέθουσιν (Π. 12, 547) ἀντὶ τοῦ ἐτέλεθον παρυχημένου.

*ὅτε μεθιέντα ἴδηαι γράφεται καὶ ὅθι μεθιέντα. Ζηνόδοτος δὲ ὅτις μεθίῃσι πόνοιο.

233. κυνῶν μέλπηθρα ἐμπαίγματα, παίγνια. μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν ἐσθίει, καὶ Κύκλωψ· “ἤσθιε δʼ ὥστε λέων” (Od. 9, 292).

236. ὅτι τὸ σπεύδειν οὐκ ἔστιν ἐπὶ τοῦ ταχύνειν, ἀλλʼ ἐπὶ τοῦ ἐνεργεῖν.

237. *Ζηνόδοτος συμφερτὴ δὲ βίη.

μάλα λυγρῶν τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων, πρὸς ὃ καὶ Ἀρίσταρχος σημειοῦται τὸν στίχον, ἵνʼ ᾖ ὁ λόγος, συμφορητή τις ἀνδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων, οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο, συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν. ὅπερ οὐκ ἔστιν.

238. *γρ. ἐπισταίμεσθα.

245. * περὶ στήθεσσι Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐνὶ σ τήθε σ σι.

246. * Ζηνόδοτος καὶ Ἀριστοφάνης δουρίκλυτος.

θεράπων ἐῢς ἀντεβόλησεν ὁ Ἀσκαλωνίτης φησὶν ὅτι Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς· τινὲς δὲ ὑφʼ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς. ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ Λεοντεύς, οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς.

252. *ἀγγελίης ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας.

[*](2. *ὡς τὸ] τὸ om. ut supra p. 11, 19.)[*](4. ὅθι μεθιέντα] In textu est ὅτε 18. ὅπερ addidit Friedl. μεθιέντα, sed adscripto in marg. 23. δουρίκλυτος] δουρι κλυτος exteriore ὅθι μεθιέντα. 26. τύπῳ Bekkerus] τόπῳ)[*](11. συμφερτὴ Duentzer. Zenod. 31. οὕτως ἀγγελίας] ου ἀγγελῖ. p. 66.] συμφερτὸς ὅτι ἀγγελίης ἀντὶ τοῦ ἄγγελος La.)[*](12. συναφῆς Bekk.] συναλιφῆς, Roche Teætkr. p. 133.)
14

257. κατεάξαμεν ὃ πρὶν ἔχεσκον πληθυντικῷ ἑνικὸν ἐπήγαγεν Αἰολικῶς καὶ Εὐριπίδης Ἴωνι (390) “κωλυόμεσθα μὴ παθεῖν ὃ βούλομαι.” τινὲς δὲ κατέαξα μέν, ἵνα ᾖ, ὃ μὲν γὰρ εἶχον. κατέαξα, ὡς “ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν” (814).

*Ζηνόδοτος κατεήξαμεν, διὰ τὸ καὶ ἐν τοῖς ἔμπροσθεν (166) ὃ ξυνέηξε λέγειν.

*ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος καὶ ἔχεσκον.

260. * οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἓν πρὸς τὸ σαφές.

261. ἐνώπια οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐνώπια, ἵνʼ ᾖ δούρατα παμφανόωντα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435) “ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα.”

275. * ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι.

276. εἰ γὰρ νῦν τὸ ἑξῆς ἐστὶν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεόν γε μένος· τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. ἡ διπλῆ δὲ, ὅτι παραλλήλως τὸ λεγοίμεθα, ποτὲ μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα.

278. ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς ὑποτακτικὸν ἄρθρον.

281. μετοκλάζει μετακαθίζει ἐπʼ ἀμφοτέρους πόδας· ὀκλάξ γάρ ἐστι τὸ ἐπὶ γόνυ, ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα διὰ δειλίαν μετακαθίζων.

282, 283. πάταγος κτύπος. πατάσσει οὖν κτυπεῖ, ἢ κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου.

287. *τεόν γε οὕτως διὰ τοῦ γε συνδέσμου αἱ Ἀριστάρχου. *ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις.