Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

138. ὅτι πυκναὶ ἐν Ἰλιάδι αἱ ἐπαναλήψεις, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ· καὶ ὅτι οὕτος ὁ Ἀρηίθοος Ἀρκὰς ὢν ὁμώνυμός ἐστι τῷ Βοιωτῷ.

140. οὕνεκʼ ἄρʼ οὐ] τοῖς ἐπάνω συναπτέον· αἰτία γὰρ τῆς τοῦ Κορυνήτου ὀνομασίας αὕτη. καὶ τὸν ἑξῆς δὲ ὁμοίως συνάπτειν δεῖ “ἀλλὰ σιδηρείῃ κορύνῃ,” βραχὺ μόνον διαστέλλοντα.

143. ὑποφθάς] ὅτι ἀντὶ τοῦ ὑποφθάσας Ἰακῶς. Ἀρίσταρχος δέ φησι καὶ ἀναστάς, οἷον ἐκ λόχου ἀναστάς.

146. *τεύχεα δʼ ἐξενάριξε] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ τέ, τεύχεα τʼ ἐξενάριξε.

ὅτι κυρίως τὸ ἐξενάριξε νῦν, τὰ ἔναρα περιεῖλεν.

148. *ἐγήρα] ὅτι ἀντὶ τοῦ ἐγήρασε τὸν παρατατικὸν ἔταξεν.

149. δῶκε δʼ] ὅτι οὕτως εἴωθε φράζειν. καὶ ὅτι περιττὸς ὁ δέ. τινὲς δὲ γράφουσι δῶκεν Ἐρευθαλίωνι.

153. ὅτι Ζηνόδοτος θάρσει ἐμῷ. ἀδιανόητον δὲ γίνεται, ἡ ψυχή με ἀνέπεισε τῷ θάρσει τῷ ἐμῷ.

[*](3. ταῖς ἐξητασμέναις] V. Lehrs. καὶ δαρδάνου Arist. p. 23. 19. οὗτος Bekk.] οὕτως 8. Ἰαρδάνου] ἰορδάνου 24. In marg. inter γρ. καὶ ἀνα- 14. Ἰάρδανος] ἰορδάνης στάς. 15. ψηρᾶς—Ἰαρδάνου]φηρᾶσπάρτη 32. με ἀνέπεισε] νέαν ἔπεισε voL. I. S)
258

156. πολλός] ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μετα- βαίνει μεγέθη, ὡς τὸ “τύμβον δʼ οὐ μάλα πολλὸν ἔσω πονέεσθαι ἄνωγα” (Il. 23, 245).

σημειοῦνταί τινες διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυ- μένος.

παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. ἐν ἄλλῳ, νῦν ἀντὶ τοῦ παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον καὶ τὸν ἄφρονα.

161. πρὸς τὸ νείκεσσεν, ὅτι ἀντὶ τοῦ ἐπέπληξεν, οὐδέποτε δὲ ἐπὶ τοῦ ἔκρινεν, ὡς ἐν τῷ “ὃς νείκεσσέν τε θεάς” (Il. 24, 29). καὶ ὅτι παρέλκει συνήθως αὐτῷ τὸ πάντες.

163. ἐπί] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος.

167. ἐπʼ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται.

*ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ.

171. *πεπάλασθε] οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανὸς διὰ τοῦ σ, πεπάλασθε, οὐ διὰ τοῦ χ.

οἷον κλήρῳ διακληρώσασθε. ἀπὸ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους πεπάλασθε λέγει. τὸ δὲ ὅς κε λάχῃσι τινὲς γράφουσι διὰ τοῦ ω, ἵνα λείπῃ τὸ τίς, ὡς πολλαχοῦ παρʼ αὐτῷ.

ὅτι τηρεῖ τὴν διαφορὰν τοῦ κληρώσασθαι καὶ λαχεῖν. καὶ πρὸς τὸ λάχῃσιν, ὅτι ὃς ἂν λάχῃ. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. 21, 127) πρὸς Φιλητᾶν.

174. *οὕτως συνάπτειν δεῖ, ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει.

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· τὸ δὲ ἐξῆς λεγόμενον, οὗτος γὰρ δὴ ὀνήσει, ἤτοι περὶ τοῦ κλήρου ἐστὶν ἢ τοῦ λαχόντος, ὃ καὶ βέλτιον· ἐπιφέρει γὰρ “καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται.” ἄλλως μέντοι γε ὕποπτος οὗτος ὁ στίχος ἦν· δυσέλπιδας γὰρ τούτους ποιεῖ. τὸ δὲ ἐν τῷ πρώτῳ στίχῳ δοκοῦν ἀκατάλληλον εἶναι “κληρώθητε ὃς ἂν λάχῃσι” σύνηθες Ὁμήρῳ ἐστὶν, οἷον κληρώθητε, λάχοι γὰρ ἄν τις. τὸ δὲ διαμπερές πρόσκειται ἀντὶ τοῦ διηνεκῶς, οἷον πάντες. [*](1. *μετοβαίνει] om. 19. τὸ δὲ ὅς κε Bekkerus] τὸ δὲ 7, *παραιωρούμενος] παρεωρού- καὶ ὥς κε τινὲς] τινές δὲ μενος 14. συνήλειπται Bekkerus] συνεί- 23. Φιλητᾶν] φιλιτᾶν 28. γε] τε ληπται 15. εἰς ἰδιότητα] V. Lehrs. Arist. τούτους] τούτοις Lehrsius. 29. ὃς ἄν] ὃς ἐὰν)

259
ταῦτα δέ τινες ὑπιδόμενοι ἀφʼ ἑτέρας ἀρχῆς ποιοῦσιν ἀναγινώσκειν, διαμπερὲς ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, ἵνʼ ᾖ τὸ ἐξῆς, οὕτος γὰρ δὴ διαμπερὲς ὀνήσει, ὅς κε λάχῃσι. οἱ δὲ καὶ οὕτως· ὅς κε λάχῃσιν, οὗτος γὰρ δὴ ὀνήσει, δῆλον ὅτι μετὰ τὸ διαμπερές στίζοντες. ταῦτα ὁ Νικάνωρ.

175. οἱ δὲ κλῆρον—] τοῦ κλήρου διὰ πάντων ἐρχομένου ἀντὶ τοῦ πάντες.

*ἐσημήναντο] ὅτι σημείοις χρῶνται, οὐ γράμμασιν.

177. *διχῶς, καὶ θεοῖσι δέ καὶ θεοῖς ἰδέ.

ὁ Ἀσκαλωνίτης διαστέλλει ἰδὲ χεῖρας ἀνέσχον, ὡς “ἰδὲ κλέος ἐσθλὸν ἄροιτο” (Il. 5, 3), ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει, λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ.

180. * Μυκήνης] ὅτι ἀλλαχοῦ πληθυντικῶς Μυκήνας.

182. *ὅτι ἀνέσειον τοὺς κλήρους, οὐκ ἐξῃροῦντο, ὡς ἡμεῖς νῦν.

184. ἐνδέξια] ὅταν ἀντὶ ἐπιρρήματος ᾖ τοῦ ἐπιδεξίως τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα.

186. *διχῶς, ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο, καὶ ἀλλʼ ὅτε δὴ τὸν ἵκανε.

187. ἐπιγράψας] ὅτι οὐ γράμμασι τῆς λέξεως, ἀλλʼ ἐγχαράξας σημεῖα· εἰ γὰρ κοινῶς ἤδεσαν γράμματα, ἔδει τὸν κήρυκα ἀναγνῶναι καὶ τοὺς ἄλλους οἷς ἐπεδείκνυτο ὁ κλῆρος.