Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

425. * νίζοντες ἄπο] τὸ ἑξῆς ἐστιν ἀπονίζοντες· διὸ ἀναστρεπτέον.

426. δάκρνα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, ἐπὶ δὲ τῶν Ἑλλήνων ἀχνύμενοί φησιν (431).

427. * οἱ δὲ σιωπῇ] ἐν ἄλλῳ ἀλλὰ σιωπῇ.

428. πυρκαϊῆς] οὕτως αἱ Ἀριστάρχου κατὰ γενικήν· αἱ δὲ Ζηνοδότου πυρκαϊῇ, καὶ ἔστι χαριέστερον, ὡς τὸ “ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν” (ll. 23, 165).

ἐπενήνεον] γράφεται καὶ ἐπινήνεον, καὶ ἔστιν Ἰακόν.

429. ὅτι ἐκαίοντο οἱ νεκροὶ, καὶ ὅτι θηλυκῶς τὴν Ἴλιον.

433. ἀμφιλύκη νύξ] τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τουτέστιν ὁ βαθὺς ὄρθρος, παρὰ τὴν λύγην, ἐστι σκοτίαν, οἱονεὶ λυγόφως τι ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες. ἡ διπλῆ δὲ, ὅτι ἅπαξ μόνον ἐνταῦθα τῇ λέξει κέχρηται.

436. *ὅτι πολυάνδριον. πῶς οὖν “ὅς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγῃ” (334);

ἐκ πεδίου] ἐν τῇ κατὰ Ἀριστοφάνη οὕτως ἐγέγραπτο, ἄκριτον ἐν πεδίῳ, περὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν, καὶ μήποτε ἄμεινον οὕτως.