Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

331. *τὸ σέ παρελκει.

333. *κατακήομεν] ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα.

334, 335. ἀθετοῦνται, ὅτι οὐ διὰ τοῦτο ἐκαίοντο, ὅπως τὰ ὀστᾶ κομίσωνται, ἀλλὰ συνηθείᾳ· καὶ γὰρ οἱ ἐπὶ τῆς ἰδίας τελευτῶντες ἐκαίοντο. καθόλου οὖν οἶδε πυρὶ καιομένους τοὺς πάλαι, καὶ ἐνταῦθα τιθεμένους ὅπου καὶ ἐτελεύτησαν. ἐναντιοῦται δὲ καὶ τὰ ἑξῆς “τύμ- βον δʼ ἀμφὶ πυρὴν ἄκριτον ἐκ πεδίου,” ἀδιαχώριστον, ἀδιάστατον, τουτέστι πολυάνδριον· πῶς οὖν “ὥς κʼ ὀστέα παισὶν ἕκαστος;”

ἀπὸ προ νέων] τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συν- τάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται.

336. * Ἀρίσταρχος διὰ τοῦ τ τύμβον τʼ ἀμφί.

διασταλτέον ἐπὶ τὸ χεύομεν· τὸ δʼ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς τὴν τειχοποιίαν, ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα [*](6. ὅτι] om. 26. ἐναντιοῦται Friedl.] ἐναντι- 12. ἀπεγνωκότες Bekkerus] ἐπεγ- οῦνται 29. ἀπὸ προ] Sic sine accentibus. νωκότες)

263
ἡ μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος. τὸ δεύτερον ἄμεινον.

339. πύλας] ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. τινὲς δὲ γράφουσιν ἕπτ’ ἀραρυίας.

345. * ὅτι διαλελυμένως τῇ ἀκροπόλει.

346. δεινὴ, τετρηχυῖα] βραχὺ διασταλτέον κατʼ ἀμφότερα· μᾶλ- λον γὰρ οὕτως ἐμφαίνει. τὸ τετρηχυῖα τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4, 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια.

347. *ἀντίον ηὔδα] γράφεται ἦρχ’ ἀγορεύειν.

353. ἀθετεῖται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ οὔ νύ τι κέρδιον ἡμῖν τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ ὅτι τὸ ἵνα οὐχ ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν.

*Ἀρίσταρχος ἐκτελέεσθαι, ἵνʼ ἂν μή.

359. *εἰ δʼ ἐτεόν] οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, εἰ ἐτεόν. ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ δέ συνδέσμου, εἰ δʼ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε.

362. ἀπόφημι] ὡς ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον.

ἐν ἄλλῳ. καὶ ἐνταῦθα οὗτοι οἱ στίχοι κεῖνται “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἡδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.”

370. *κατὰ πτόλιν] γράφεται κατὰ στρατόν.

379. ἐν ἄλλῳ καὶ οὗτος ὁ στίχος “δόρπον ἔπειθʼ εἴλοντο κατὰ στρατὸν ἐν τελέεσσι.”

385. Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν] ἐν ἄλλῳ ἐϋκνήμιδες Ἀχαιοί.

[*](17. ἴν᾿] ἵνα marg. A. Similiter alibi versus 24—26. Manus recentissima ad- in textu codicis omissi in margine didit in marg. exter. A. supplentur: v. exempla ab Wachs- καὶ ἐνταῦθα] Hoc dicit quia hi muthio collecta in Museo Rhenano versus iam supra leguntur 348, vol. 18 p. 184. 30, 31. A m. recenissima in 28, 29. A m. recentissima in marg. A.)
264

390. τὸ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθʼ ἑαυτὸν καὶ ἡρέμα, ὡς Δημό- κριτος ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον ὡς διὰ μέσου ἀναπεφωνημένου· τὸ γὰρ ἑξῆς, ἠγάγετο Τροίηνδε, πάντʼ ἐθέλει δόμεναι.

ὅτι σαφῶς ὑπὸ τῶν Τρώων ἐμισεῖτο Ἀλέξανδρος, πρὸς Ζηνόδοτον γράφοντα “ἀλλὰ μάλα Τρῶες ἐλεήμονες (II. 3, 56).

392. *ὅτι οὐ προγεγάμηται ἑτέρῳ καθʼ Ὅμηρον ἡ Ἑλένη.

393. *οὕτως μήν· βούλεται γὰρ λέγειν, Τρῶές γε μὴν ἕλωνται.

ἄλλως. περισπᾶται ὁ ἧ· ἰσοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).

398, 399. *ὅτι ἐντεῦθεν μετάκεινται εἰς τὴν ἀποπρεσβείαν (Il. 9, 694).

402. *ἐφῆπται] ἐγγύς. πᾶν γὰρ τὸ ἁπτόμενον ἐγγὺς οὐ ἅπτεται.

407. ὑποκρίνονται] ἡ διπλῆ, ὅτι πρόθεσις ἐνήλλακται, ἀντὶ τοῦ ἀποκρίνονται.