Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
402. *καλέεσκε Σκαμάνδριον] σημείωσαι τὸ μέτρον.
403. *ὅτι παρετυμολογεῖ.
408. *καὶ ἔμʼ ἄμμορον] ὅτι τινὲς γράφουσι καὶ ἐμὸν μόρον, οὐκ εὖ.
413. διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισ- μὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσὶ καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν.
414. ἁμὸν] Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν· διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον, ἁμόν. οὕτως Ἀπολλώνιος.
415. * εὖ ναιετάωσαν] ὅτι ἀντὶ τοῦ εὖ ναιομένην.
*ναιετάωσαν] Ἀρίσταρχος διὰ τοῦ ὁ ναιετόωσαν.
417. ὅτι διδάσκει τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ “ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσιν.”
422. ἰῷ] ὡς σοφῷ Ἀρίσταρχος· καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνά- [*](3. Ἀτραμυς Mueller. Fragm. Rhen. vol. 8 p. 322, 597. Hist. vol. 2 p. 238] ἀτρόμους 9. Λυκίας] *Κιλικίας (*Ἀδράμυστος ὁ Πελασγός). V. 32. Scholion valde decurtatum, Thes. vol. 1, 2 p. 2397 et Museum de quo v. Lehrs. Herod. p. 240.)
428. * βάλʼ Ἄρτεμις] αἰφνιδίως ἐτελεύτησε· τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν.
432. * θήῃς] οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς.
433. ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ (439) “ἤ νυ καὶ αὐτῶν θυμός,” ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ Ἕκτορι. καὶ ψεῦδος παρέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδʼ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ τείχους. καὶ ὁ Ἕκτωρ (441) πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων “ἦ καὶ ἐμοὶ τάδε πάντα.”
434. * ἀμβατός] οὕτως Ἀρίσταρχος, ἀμβατός. Καλλίστρατος διὰ τοῦ η, ἀμβατή.
435. *τῇ γʼ ἐλθόντες] γρ. καὶ διὰ τοῦ δ, καὶ διὰ τοῦ γ.
437. Ἀτρείδας] ὁ Ἰξίων ἐν τῷ πρὸς τοὺς ἠθετημένους Ἀτρείδα προφέρεται δυϊκῶς.
438, 439. ἤ—ἤ] διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτικός.
439. *ἐν ἐνίοις ᾖ νυ καὶ αὐτοὺς θυμός.
441. ὅτι πρὸς τὴν λέγουσαν “ἀλλʼ ἄγε νῦν ἐλέαιρε” καὶ “μὴ παῖδʼ ὀρφανικὸν θείης” οἰκείως ἀπήντηκεν· ὁ δὲ διασκευαστὴς ἐπλανήθη.
442. ἑλκεσιπέπλους] αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς πέπλους.
[*](6. δὲ τὸ Bekkerus] τὸ om. ἀμβαίη 17. παρέχουσιν] περιέχουσιν 26. πού καὶ νύ] ποῦ καὶ νύ Lehrsius. 29. ἐλέαιρε] ἐλέαινε 21. ἀμβατός—ἀμβατή] ἄμβατος—)444. μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ ἔμαθον ἀντὶ τοῦ εἴωθα.
445. τὸ αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ παί συνδέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατʼ ἀμφοτέρων τὸ ἀεί, ὥσπερ καὶ τὸ μάθον.