Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

9. ἦν δέ τις] τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἅπερ ἐνέθηκεν, τὸ ἔθνος, τὸ ὄνομα, τὴν τύχην, τὸν τρόπον, τὴν ἀρχὴν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν παραστήσας.

Δάρης ὡς Χάρης· ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικὴν, σαφοῦς πρηνοῦς πρυλοῦς φραδοῦς “φραδέος νόου ἔργα” (Il. 24, 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ καὶ τοῦ “Κουρῆτές τʼ ἐμάχοντο” (Il. 9, 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω. καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς ᾱ· ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.

[*](5. παμφαίνῃ] παμφαίνει 26. Αἰσχύλῳ] Fr. 344. 9. *οὕτως] om. 29. ἐοικὸς] εἰκὸς γὰρ ὡς ἱερεὺς ἔσχε 13. *καταφλεχθῆναι] καταφλεχθεὶς καὶ τὸ ὄνομα παρὰ τὸ δείρω—Etym. 14. *παραλελεῖφθαι] παρειλῆφθαι M. p. 248, 42, ubi similia leguntur: 16. *εἰδικῶς] ἰδικῶς v. Bast. ad Greg. Cor. p. 810. 20. * παραστήσας] om. αὐτὸ Bastius] αὐτῷ)
198

14. *ἐπʼ ἀλλήλοισιν] ἀντὶ τοῦ ἐπʼ ἀλλήλους.

17. ??οὐδ᾿ ἔβαλ᾿] ἀντὶ τοῦ οὐκ ἐπέτυχεν.

19. μεταμάζιον] οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί ἐπιχθόνιος, παρὰ ποταμόν παραποτάμιος. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγὸν, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία.

20. Ἰδαῖος δʼ ἀπόρουσε] κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ Ζωΐλος, ὅτι λίαν, φησὶ, γελοίως πεποίηκεν ὁ ποιητὴς τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἄρμα φεύγειν· ἠδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις. ἀλλὰ ῥητέον ὅτι κατέθορε μὲν τοῦ ἅρματος ὡς ὑπερασπίσων τὸν ἀδελφὸν, εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη. οἱ δὲ λέγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται. ἢ ὅτι οὐκ ἐπέστησε τῷ συμφέροντι· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. τοιοῦτος εὑρίσκεται παρʼ αὐτῷ καὶ ὁ Ἀλέξανδρος, ἑλκόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς. καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου.

21. *περιβῆναι] πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37) τοιοῦτόν ἐστιν.

22. οὐδὲ γὰρ οὐδέ] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου.

27, 28. * πρὸς τὸ σχῆμα· ἔδει γὰρ τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον.

28. τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν᾿ ᾖ παρʼ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, καὶ λέγῃ τοὺς ἁρματηλάτας τετα- ράχθαι· ἄλλως ἀπηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι, καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν [*](1. *ἐπʼ ἀλλήλους Cobetus. ἐπαλ- θῆσαι—πὸ σοφὸν ληλ᾿ A cum ultimae syllabae com- 24. θατέρα] *ἡ ἑτέρα pendio. 26. ἀλευόμενον] In textu ἀλευά- 12. τὸν ἀδελφὸν] *τῷ ἀδελφῷ μενον. 15. αἱ γὰρ φρένες—τὸν (τὸ A) 28. λέγῃ] λέγει σοφόν] Verba poetica, fortasse 29. ἄλλως ἀπηλάσθαι Friedl.] Prindari. καὶ ἀλλαχοῦ ἱππηλάσθαι *ταραχθεῖσαι—τὸν σοφὸν] ταμοχ-)

199
ἀρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.

31. Ἆρες Ἄρες] ἐπαναβολὴ ὁ τρόπος. Ἰξίων δὲ τὸ δεύτερον ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ. οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλα- σιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.

*παλιλλογία.

τειχεσιπλῆτα] ὅτι Ζηνόδοτος γράφει τειχεσιβλῆτα, ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ πυλαιμάχῳ.

37. * ἔκλιναν] ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι ἐποίησαν.

39. * δασυντέον τὸ Ἀλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι. ἔθνος Θρᾳκῶν. ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περὶ τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν.

Ὀδίον] πρὸ τέλονς ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν τὸ δὲ προσηγορικὸν ὅδιος ὡς σκότιος. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, Τυχίος Δολίος, κἂν μὴ σχῇ διαστολὴν, ὡς τὸ Χρομίος. Πτολεμαῖος μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (8, 370) ἀνεγίνωσκεν “Ἀλκίνοος δʼ Ἁλίον,” πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος, καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὁδίου.

43. Φαῖστον] προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται “ἐς Φαιστὸν, μικρὸς δὲ λίθος” (Od. 3, 296).

44. *Τάρνης] πόλις Λυδίας, ἣ νῦν Σάρδεις.

46. * ἵππων ἐπιβησόμενον] πρὸς τὸ φυγεῖν δηλονότι.

52. *ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν.

53. *ὅτι Ζηνόδοτος γράφει χραῖσμεν θανάτοιο πέλωρα. ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον.

54. οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδι- [*](6. ἐξαίρει] ἐξαιρεῖ 19. Τυχίος Δολίος] τύχιος δόλιος 11. τῷ] τὸ 24. πρὸς τήν ὁμωνυμίαν τοῦ Ὀδίου] πυλαιμάχῳ Cobetus] πυλεμάχῳ Verba in marg. inter. repetita. 14. οὕτω Bekkerus] οὐ 26. μικρὸς] μικρὸν 16. Περσῶν] *ἐθνῶν 27. * Λυδίας Eustath.] λυκίας)

200
δόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ “πῆ δὴ συνθεσίαι” (Il. 2, 339) διελαμβάνομεν.

56. * πρόσθεν ἕθεν φεύγοντα] ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμένος ἐπὶ στόμα.

60. Ἁρμονίδεω] ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ “Τερ- πιάδης δέ τʼ ἀοιδός” (Od. 22, 330). καὶ ὅτι ἀμφίβολον πότερον ὁ Φέρεκλος ἔπηξε τὰς ναῦς ἢ ὁ Ἁρμονίδης ἐφʼ ἃ καὶ Ἀρίσταρχος φέρεται.

*πάντα] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δαίδαλα πολλά.