Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

648. *ὅτι θηλυκῶς τὴν Ἴλιον.

654. κλυτοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς. ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς Περσεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι.

656. καὶ τῶν μὲν ἁμαρτῇ] τὸ ἁμαρτῇ δασέως. περισπᾶ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος, βουλό- μενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατʼ αὐτὸν χωρὶς ποῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ άμα καὶ τὸ ἀρτῶ.

657. *ἐκ χειρῶν ἤϊξαν] ὅτι τὰ δόρατα ἤϊξαν.

661. * Ἀρίσταρχος μετὰ τοῦ ν βεβλήκειν.

661, 662. βεβλήκει] ὅτι ἀκαταλλήλως· ἔδει γὰρ εἰπεῖν, μαιμώ- ωσα ὀστέῳ ἐγχριμφθῆναι.

μαιμώωσα] ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα. ἢ τοῦ αἵματος γευ- στικῶς ἔχουσα, τοῦ μ πλεονάζοντος.

665. *τὸ μὲν οὔτις] ἔν τισι τό οἱ οὔτις.

στικτέον ἐπεφράσατο ἢ βραχὺ διασταλτέον, ἵν᾿ ᾖ ἐκ παραλ- λήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν.

667. *σπευδόντων] συναπτέον, οἷον ἐπειγομένων αὐτὸν ἐπιβῆναι.

*πόνον] πάλιν πρὸς τὸν πόνον.

670. *ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν ὑπομενητικὸν, ἀπὸ τοῦ τλῆναι.

672, 673. ἢ—ἦ] ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περισπαστέον.

683. Χρομίον] παροξυτόνως, Ἅλιον προπαροξυτόνως. εἴπομεν [*](4. καὶ] καὶ καὶ (sic). Conf. p. praescriptae. 28. πάλιν πρὸς] I. e. ἡ διπλῆ 124, 14. 15. αὐτὸ] αὐτῷ πάλιν τρὸς—. Explicatius in scholio 20. Versibus 661, 662 διπλαῖ ad 6, 77.)

219
τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεσθαι, καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον.

684. ἕλωρ Δαναοῖσιν] ὅτι οὐ πάντως βρῶμα, πρὸς τὸ “ἑλώρια τεῦχε κύνεσσιν” (Il. 1, 4).

695. *Πελάγων] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ σ Σελάγων.

697. * ἀμπνύνθη] ἔν τισι διὰ τοῦ ε ἐμπνύνθη γρ.

698. κεκαφηότα] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα, ἔνθεν καὶ κῆπος ὁ περιπνεόμενος τόπος.

700. οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. ἡ δὲ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχεν, οὐκ ἔφευγον προτροπάδην ἐπὶ τὰς ναῦς. ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν ἀπὸ νηῶν. γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελλον.

703. * Ἀρίσταρχος διὰ τοῦ ᾱ, ἐξενάριξαν.

ἐξενάριξαν] οὕτως διὰ τοῦ ᾱ τὸ ἐξενάριξαν, ὅ τε Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ.

705. ἀντίθεον] ἡ διπλῆ πρὸς τὴν ὁμωνυμίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ Τεύθραντι.

708. ὅτι Ζηνόδοτος γράφει Ὕδῃ. ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς, καὶ κώμη Βοιωτίας ἡ Ὕλη. καὶ ὅτι οὕτω συνεσταλ- μένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν τῷ καταλόγῳ διὰ μέτρον.

722. κύκλα] οἱ τροχοί.