Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ἄλλοι] ὅτι Ζηνόδοτος γράφει ὦλλοι. ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει. διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρχοντας ὅτι παννυχίζειν δεῖ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν.

2. Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος] ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ ἥδυμος, ὡς ἔνιοι, παρὰ τὸ ἡδὺς, ὡς δῆλον ἐκ τοῦ “νήδυμος ἀμφιχυθείς” (ΙΙ. 14, 253). οἱ δὲ μεθ᾿ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος “ἐπεί ῥά οἱ ἥδυμος ἐλθών,” καὶ Σιμωνίδης “οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων.” ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παραγωγὸν τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν. καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος.

*ὕπνος] ἀπὸ κοινοῦ τὸ παννύχιοι.

Πῶς ἐν τῇ Α εἰπὼν τὸν Δία καθεύδειν νῦν φησὶ “Δία δ᾿ οὐκ ἔχε νήδυμος ὕπνος;” λέγομεν δὲ ἡμεῖς ὅτι ἐκάθευδε μὲν, ἀλλ᾿ ἐπ᾿ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς οἱ ἄλλοι, μεριμνῶν.

[*](3, 4. *κατὰ φρένα ὡς Ἀχιλῆα τιμήσῃ] βραχὺ διασταλτέον μετὰ τὸ φρένα καὶ τιμήσῃ. 1. ἀνακλινθεῖσα] ἀνακλιθείς σταρχος. 4. *ἐστίν] εἰσίν 23. λέξει γὰρ δασυνομένῃ Bek- 12. ὅτι Cobetus] οὓς (* κοὐ) kerus] λέξις γὰρ δασυνομένη 20. δῆλον] *δῆλον, φησὶν Ἀρί)
71

4. τιμήσῃ, ὀλέσῃ δέ] τιμήσει· τοῦτο εὐκτικὸν, τὸ δὲ ὀλέσῃ ὑποτακτικὸν, ὡς τὸ “λόχον τελέσει Ἀγαμέμνων” (ΙΙ. 4, 178). στικτέον δὲ ἐν τῷ νηυσὶν Ἀχαιῶν· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν. διό φησιν “ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν” (ΙΙ. 16, 780) ὥστε διωχθῆναι μέχρι νῆων.

πολέας] ὅτι Ζηνόδοτος γράφει πολῦς· μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι, οἷον βότρυς καὶ βότρυς.

πολέας] ὡς ταχέας.

5. *ἀρίστη φαίνετο βουλή] βραχὺ διασταλτέον κατὰ τὸ τέλος μέρος γὰρ καὶ τὸ ἐπιφερόμενον τῆς περιόδου.

πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστι δὲ ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302) “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eurip. Ηipp. 436.)

6. ἐπ᾿ Ἀτρείδῃ] οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ γὰρ συναλει- φόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιιστάμεναι.

*ὅτι οὐ τὸν μαλακὸν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται γὰρ ἐπ᾿ ἀπίστῳ καὶ κακῷ.

οὖλον ὄνειρον] δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ (17, 343) φησὶν “οὖλον ἄρτον ἑλών” καὶ τὸν μαλακὸν, ὡς τὸ “οὔλων τε ταπήτων” (ΙΙ. 16, 224)· δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν δασύτητα ἢ διαστροφήν. οὖλον δὲ ὄνειρον οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλ᾿ ἐπʼ ὀλέθρῳ πεμπόμενον. ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγίαινε· “οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν” (Od. 24, 403).

8. βάσκ᾿ ἴθι] Τυραννίων ὑφ᾿ ἕν, ὡς ἄπιθι. παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ᾿ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·” “ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζεν,” καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα- [*](1. τιμήσει᾿ Cobetus] τιμήσει. 18. ἀπίστῳ] ἀπάτῃ Lehrsius. In textu τιμήσῃ, superscripto ει. 30. *ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε] 3. * Ἀχαιῶν] om. Haec verba in A leguntur infra 8. βότρῦς καὶ βότρῦς Cobetus] post ἀορίστου, ὡς pro ἔπος τ᾿ scripto. βότρυσι βότρυς 31. νῦν] *εἶναι. 13. ἀνῆκεν] ἔρυκεν. Conf. p. 309.)

72
φρόδιτος δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθ᾿ ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003).

βάσκ᾿ ἴθι] στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται.

*ὅτι παραλλήλως βάσκε καὶ ἴθι. ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.

10. * ἀγορευέμεν] ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῦ, ἀγορενέμεν ἀντὶ τοῦ ἀγόρευε.

11. τῶν Ἑλλήνων τὸ παλαιὸν ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κο- μώντων τὰς κεφαλὰς, λόγος πρῶτον Θησέα ἀποκειράμενον τὴν ἐμπροσθίαν κόμην εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι.

12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνονς, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί” καὶ παρεληλυθότα “νῦν ὤλετο πᾶσα περὶ χθών” καὶ μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (ΙΙ. 20, 307).

ἕλοις] ὅτι Ζηνόδοτος χωρὶς τοῦ σ, ἕλοι. ἀπέστρεφε δὲ τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγαμέμνονα- οὕτως δὲ διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρχος, καὶ τὰ παρα- πλήσια τούτοις “ἄνστησον” (ΙΙ. 10, 176) καὶ “τάχα δ᾿ ἀνστή- σεσθαι ἔμελλεν” (ΙΙ. 2, 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις τῶν ἐκδόσεων [πάντῃ κατὰ στρατόν] οὕτως εἶχον.

13, 14. οὐ γὰρ ἔτ᾿ ἀμφὶς—φράζονται] διχογνωμοῦσι περὶ τῆς Ἰλίου· τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων.

20. στῆ δ᾿ ἄῤ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. τῷ δὲ Νέστορι ὡμοίωται· τῶν γὰρ ἐντίμων οὗτος, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.

21. *Νέστορι] μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον.

[*](2. *εἶναι—ἄγε] om. nominativo, ut p. 86, 28. 29. 4. * τὸ et τοῦ στίχου] om. 21. πάντη κατὰ στρατὸν delet Co- 13. *ἐνεστῶτα—καὶ παρεληλυθότα betus. —καὶ μέλλοντα] om. 26. *πλησίον] πλέον 20. κἀν ταῖς—εἷχον] Similiter p. 28. ἐντίμων Bekkerus] ἐννέα 94, 1, κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι τιμίων δυῖκῶς εἶχε τὸ τώ. Usitatius cum)
73

23. τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρόνους σιωπῆς δύναται.

26. *ἄγγελος] τὴν λῶς ὀξυτονητέον διὰ τὸ εἰμί.

27. σεῦ] ὀρθοτονητέον τὴν σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.

ὃς σεῦ ἄνευθεν ἐών] ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (ΙΙ. 24, 174)· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν αὐτὸν μέλλει;

28. *θωρῆξαί σε] τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπο- λελυμένη γάρ ἐστιν ἡ σέ.

35. *ἀπεβήσετο] εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος.

* δὲ λίπ᾿ ] οὕτως Ἰωνικῶς τὸ λίπε.

36. * ῥ᾿ ] δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου, ἅ ῥα, ἃ δή.

ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.

41. θείη δέ μιν ἀμφέχυτ᾿ ὀμφή] ὅτι ὀμφὴ ἡ θεία κληδὼν, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν.

ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

42. χιτῶνα] χιτὼν τὸ λεπτότερον ἱμάτιον, ὃ προφέρεται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.