Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
40. αὐτὰρ ὅγʼ ὡς τὸ πρόσθεν] εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφο- τέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο.
*Ἀριστοφάνης ]ἐμαίνετο.
41. ἔν τισι θηρητῆρσι. Gl. interl.
42. ὅτι ἀντὶ τοῦ στρέφηται. Gl. interl.
44. *ἀντίοι] γράφεται ἀντίον· οὕτως γὰρ Ἀρίσταρχ ος.
46. ταρβεῖ οὐδὲ φοβεῖται] ὅτι οὐ τὸ αὐτὸ σημαίνει διʼ ἀμφο- τέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὕτε δέδιεν οὔτε φεύγει.
*ἀγηνορίη] οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία.
49. ἐλίσσεθʼ ἑταίρους] τὸ ἐλίσσετο ἑκατέροις δύναται προσδί- δοσθαι, καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι, ἢ ἐστρέ- φετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώ- τερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὕτε γὰρ εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὕτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρα- καλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους.
54. *περὶ] Ἀριστοφάνης διὰ πᾶσαν.
[*](12."ἐπὶ πύργους] ἐπὶ πύργων 16. De hoc scholio v. Friedl. Friedl. ἀπὸ πύργων Lehrs. de scho- Nic. p. 218. liis Pindar. p. 193. 24. διὰ μἐν] μἐν διὰ)55, 56. τὸ μὶν πρότερον ἔστασαν δασύνει ὁ Ἀρίσταρχος, ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς δασύ- νεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο, συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῷ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς.
56. ἔστασαν] ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψιλῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω “ἔστασαν ἀμφοτέρωθεν” δασύνεται.
59. ἐσβαίη] ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος καββαίη· καὶ γὰρ ἐπιφέρει “ἔνθʼ οὔπως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι” (65).
60. Εκτορα εἶπε παραστάς] ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα, ὡς καὶ “τότʼ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον” (Il. 17, 237.) δύναται δὲ τὸ ἑξῆς εἶναι παρʼ Εκτορα στάς, ὡς μὴ λείπειν τὴν πρόθεσιν.
62. *γρ. περί.
66. ἱππεῦσι· στεῖνος γάρ] ὅτι τὸ στένωμα τὸ κατὰ τὴν γέφυραν τῆς τάφρου λέγει. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἱππῆας. προ- περισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ μακρός ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύ- νεται. οτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παρʼ Ἀλκμᾶνι “τῷ ἐν Θεσσαλίῳ κλείτει.”
67. *εἰ μὲν γὰρ δὴ] ἀριστοφάνης εἰ μὲν γὰρ τοὺς πάγχυ.
68. *βούλετʼ ἀρήγειν] ἵετ’ ἀρήγειν. οὕτως πᾶσαι.
71. πρὸς τὴν παλίωξιν, ἅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλό- μενοι διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγῶ τεύχοιμι” (Il. 15, 69). κακῶς· διὸ ἀθετεῖται.
75. * Ζηνόδοτος διὰ τοῦ τ, τὼς ἂν ἐγὼ εἴπω.
77. ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρηχθέντες· ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵν’ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵνʼ ἡ σύν πρόθεσις [*](23. βαρύνεται] Sic τοῦ μάκρους 24. τῷ ἐν Θεσσαλίῳ] ἐν τῷ ῦεσ- Arist. Av. 1131. σαλικῷ Lobeck. Technol. p. 293.)
*ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.
79. *πείρατʼ] Ζηνόδοτος καὶ Ἀριστοφάνης πεῖραρ ἑνικῶς.
85. *τὸ ὅλον αὖτε ἐπὶ τάφρῳ.