Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

383. ἐν ἄλλῳ ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.

385. ἀρνευτῆρι] ἀρνευτὴρ ὁ κυβιστὴρ, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν, ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.

386. * ὑψηλοῦ] γράφεται ἀπʼ εὐεργέος.

388. οὐ πάντως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ τεῖχος.

389. ἡ ῥʼ ἴδε] καθʼ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον.

391. ἀθρήσειε] ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς ἄχρις ἀφρός ὄφρα, ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς, ὅτι ψιλοῦται “ἡ δʼ οὕτʼ ἀθρῆσαι δύνατοʼ (Od. 19, 478).

393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν] τὸ ἑξῆς ἐστὶν ἐπεὶ ἐνόησε, παρέλ- κοντος τοῦ τέ· διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον.

394. ἀλʼ ἄγε Θεστορίδην Ἀλκμάονα] ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων, ἀλλʼ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνωσιν.

400. * ὁ μὲν] ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν.

401. * ὅτι διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες.

404. ἡ δὲ διαπρό] οὕτως οὐδὲ διὰ πρό αἱ Ἀριστάρχου. ἡ δὲ κοινὴ ἡ δὲ διὰ πρό.

407. ἐέλπετο] οὕτως διὰ τοῦ ῶ ἐέλπετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ ἐέλδετο.

[*](2. κυβιστῆρ] Sic etiam Eusta- 4 p. 2060. thius p. 10, 38. Recta vocabuli 3. κυρίττοντες] ταράττοντες. Cor- forma est κυβιστητήρ, qua utitur rectum ex Eustathio p. 910, Apollonius in Lexico p. 43, 27, 20. Ἀλκμάων] Temere in ’Αλκ- ἀρνευτῆρι per κυβιστητῆρι interpre- μαίων mutatum a, Villoisono, licet latus, quod κυβηστητῆρι scriptum in lemmate scripturam codicis in codice, in κυβιστῆρς mutatum ab Ἀλκμάονα servaverit. De forma Villoisono. In gl. interlineari Ἀλκμάων, quae etiam apud Eustaa- est κυβηστῆρη (sic). Alia nonnulla thium legitur p. 910 extr, v. formae vitiosae (relinquendae for. Thes. vol. 1 p. 1503. tasse infimae aetatis scriptoribus) 26. 8] α exempla collata sunt in Thes. vol.)
432

412. * Ἀρίσταρχος ἐφαμαρτεῖτε, ἄλλοι δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ ἐφομαρτεῖτε.

416. ὅτι τὸ σημαινόμενόν ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διάνοιαν.

420. * οὕτως πέλασθεν Ἰακῶς.

423. *ἐλίηῳ ἐνὶ χώρῳ] Ζηνόδοτος ὧτ’ ὀλίγῃ ἐνὶ χώρη.

426. πρὸς τὸ λαισήῖα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήῖα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων βυρσῶν.

428. ὅτῳ] Ζηνόδοτος ὅτεῳ, καὶ ἐμφαίνει Ὀμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησὶ “τῷ ὅτεῳ τε πατὴρ κέλεται” (Od. 2, 114).

430. πάντη δή] ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβε· Τυραννίων δὲ ἐκδέχεται τὸ ἡ ἐπίρρημα τοπικὸν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ἦ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ “ᾖ ῥʼ ὅγ’ ὁ λυσσώδης” (Il. 13, 53). οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντη τοπικόν.

431. *ἐρράδατ] ἀπὸ τοῦ ῥάζω.