Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

330. *οὕτως Ἀρίσταρχος, μέγα ἔθνος ἄγοντε, δυικῶς.

333. τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ

429
τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἐξῆς “βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν” (352).

335. ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμον γέγονεν ἡ μάχῃ, ὅπου καὶ οἱ Αἴαντες ἐσκήνουν.

336. *νέον] ὅτι ἀντὶ τοῦ νεωστί.

337. γεγωνεῖν] ὁ Ἀσκαλωνίτης βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς φιλεῖν. καὶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· “ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον” (Od. 17, 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· “ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν” (Il. 8, 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώ- μενον.

340. *οὕτως Ἀρίσταρχος, πᾶσαι γὰρ ἐπῴχατο.

ὅτι πάσας ἀντὶ τοῦ ὅλας· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. τὸ δὲ ἐπῴχατο διὰ τοῦ ᾱ καὶ σὺν τῷ ῑ, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. Ζηνόδοτος ἐπῷχετο.

ἐὰν γράφηται ἐπῴχετο, τὸ πρὸ αὐτοῦ πάσας γραφέσθω. ἐπῴ- χετο δὲ ἡ ἀϋτὴ δηλονότι.

342. ὅτι οἰκεῖον ὄνομα κήρνκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνομα- τοθετικὸς ὁ ποιητής. Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις Αἴαντε γράφει.

343. Θοῶτα θέων] ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ τῷ πορεύου. στικτέον δὲ ἐπὶ τὸ Θοῶτα, ἢ συναπτέον, ὡς πολλάκις εἴρηται.

346. ὧδε γὰρ ἔβρισαν] πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξειληφέναι τοπικῶς· ἑξῆς γὰρ (359) γράφει “κεῖσε γὰρ ἔβρισαν·” ἔστι δὲ ἀντὶ τοῦ οὕτως.

348. *ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι.

εἰ δέ σφιν καὶ κεῖθι] ὅτι Ζηνόδοτος γράφει “εἰ δέ σφιν κἀκεῖσε.” ἔστι δὲ εἰς ἐκεῖνον. τὸν τόπον * πολεμός ἐστιν, ἀλλʼ ἐν ἐκείνῳ.

[*](14. πᾶσαι Duentser. Zenod. p. post κἀκεῖσε ex scholio praece- 124] πάσας dente repetita delevit Friedlaen- 27. τοπικῶς Bekkerus] τοπηκὸς derus. γράφει “κεῖσε γὰρ ἔβρισαν” 31. ἔστι δὲ εἰς Cobetus] δὲ εἰ εἰς Lehrsius Arist. p. 71] γράφει εὶ (sic) δέ σφιν κἀκεῖσε Post τόπον indicavi lacunam, 30. Verba ἔστι δὲ ἀντὶ τοῦ οὕτω quam Cobetus explet verbis ὅπερ)
430

350. ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται.

*καὶ Ἀριστοφάνης ἠθέτει.

352. * παρὰ τεῖχος] γράφεται κατὰ τεῖχος.

359. ὧδε γὰρ ἔβρισαν] ὅτι Ζηνόδοτος γράφεικεῖσε γὰρ ἔβρισαν, οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν, οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς σνμμαχίας.

360. *ζαχρηεῖς] περισπαστέον ὡς εὐγενεῖς.

363. καί οἱ Τεῦκρος] ἀθετεῖται ὁ στίχος καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά.

365. αὐτίκʼ Οῖλιάδην] ὅτι Ζηνόδοτος γράφει αὐτίκʼ ἄρ’ Ἰλιάδην. Ὀῖλιάδην δὲ διὰ παντὸς Ὀμηρος λέγει. καὶ ὅτι λείπει ἡ πρός.

366. Αἴας σφῶι μέν] ὅτι Ζηνόδοτος γράφει σφῶε. τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶ ὑμεῖς.

368. αὐτὰρ ἐγὼ κεῖσʼ εἴμι] ὅτι Ζηνόδοτος γράφει κεῖθι. τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει.

371. *εἴρηται ὅτι διεσκεύασται.

374. ὑποστικτέον ἐπὶ τὸ ἰόντες καὶ ἵκοντο. περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δʼ ὲπʼ ἐπάλξεις βαῖνον.